<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="748"><milestone ed="P" unit="para"/>μηδʼ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόντα</l><l n="749">ἔσθειν μηδὲ λόεσθαι· ἐπεὶ καὶ τοῖς ἔνι ποινή.</l><l n="750"><milestone ed="P" unit="para"/>μηδʼ ἐπʼ ἀκινήτοισι καθιζέμεν, οὐ γὰρ ἄμεινον,</l><l n="751">παῖδα δυωδεκαταῖον, ὅτʼ ἀνέρʼ ἀνήνορα ποιεῖ,</l><l n="752">μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται.</l><l n="753">μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι</l><l n="754">ἀνέρα· λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστʼ ἐπὶ καὶ τῷ</l><l n="755">ποινή. μηδʼ ἱεροῖσιν ἐπʼ αἰθομένοισι κυρήσας</l><l n="756">μωμεύειν ἀίδηλα· θεός νύ τι καὶ τὰ νεμεσσᾷ.</l><l n="757">μηδέ ποτʼ ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντων</l><l n="758">μηδʼ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δʼ ἐξαλέασθαι·</l><l n="759">μηδʼ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώιόν ἐστιν.</l><l n="760"><milestone ed="P" unit="para"/>ὧδʼ ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην.</l><l n="761">φήμη γάρ τε κακὴ πέλεται, κούφη μὲν ἀεῖραι</l><l n="762">ῥεῖα μάλʼ, ἀργαλέη δὲ φέρειν, χαλεπὴ δʼ ἀποθέσθαι.</l><l n="763">φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται, ἥν τινα πολλοὶ</l><l n="764">λαοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή.</l><milestone n="765" ed="p" unit="card"/><l n="765">Ἤματα δʼ ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖραν</l><l n="766">πεφραδέμεν δμώεσσι· τριηκάδα μηνὸς ἀρίστην</l><l n="767">ἔργα τʼ ἐποπτεύειν ἠδʼ ἁρμαλιὴν δατέασθαι.</l><l n="769"><milestone ed="P" unit="para"/>αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος,</l><l n="768">εὖτʼ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν.</l><l n="770">Πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ·</l><l n="771">τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ·</l><l n="772">ὀγδοάτη δʼ ἐνάτη τε, δύω γε μὲν ἤματα μηνὸς</l><l n="773">ἔξοχʼ ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι·</l><l n="774">ἑνδεκάτη δὲ δυωδεκάτη τʼ, ἄμφω γε μὲν ἐσθλαί,</l><l n="775">ἠμὲν ὄις πείκειν ἠδʼ εὔφρονα καρπὸν ἀμᾶσθαι·</l><l n="776">ἡ δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγʼ ἀμείνων·</l><l n="777">τῇ γάρ τοι νῇ νήματʼ ἀερσιπότητος ἀράχνης</l></div></body></text></TEI>