μηδʼ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόντα ἔσθειν μηδὲ λόεσθαι· ἐπεὶ καὶ τοῖς ἔνι ποινή. μηδʼ ἐπʼ ἀκινήτοισι καθιζέμεν, οὐ γὰρ ἄμεινον, παῖδα δυωδεκαταῖον, ὅτʼ ἀνέρʼ ἀνήνορα ποιεῖ, μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται. μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι ἀνέρα· λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστʼ ἐπὶ καὶ τῷ ποινή. μηδʼ ἱεροῖσιν ἐπʼ αἰθομένοισι κυρήσας μωμεύειν ἀίδηλα· θεός νύ τι καὶ τὰ νεμεσσᾷ. μηδέ ποτʼ ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντων μηδʼ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δʼ ἐξαλέασθαι· μηδʼ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώιόν ἐστιν. ὧδʼ ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην. φήμη γάρ τε κακὴ πέλεται, κούφη μὲν ἀεῖραι ῥεῖα μάλʼ, ἀργαλέη δὲ φέρειν, χαλεπὴ δʼ ἀποθέσθαι. φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται, ἥν τινα πολλοὶ λαοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή. Ἤματα δʼ ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖραν πεφραδέμεν δμώεσσι· τριηκάδα μηνὸς ἀρίστην ἔργα τʼ ἐποπτεύειν ἠδʼ ἁρμαλιὴν δατέασθαι. αἵδε γὰρ ἡμέραι εἰσὶ Διὸς πάρα μητιόεντος, εὖτʼ ἂν ἀληθείην λαοὶ κρίνοντες ἄγωσιν. Πρῶτον ἔνη τετράς τε καὶ ἑβδόμη ἱερὸν ἦμαρ· τῇ γὰρ Ἀπόλλωνα χρυσάορα γείνατο Λητώ· ὀγδοάτη δʼ ἐνάτη τε, δύω γε μὲν ἤματα μηνὸς ἔξοχʼ ἀεξομένοιο βροτήσια ἔργα πένεσθαι· ἑνδεκάτη δὲ δυωδεκάτη τʼ, ἄμφω γε μὲν ἐσθλαί, ἠμὲν ὄις πείκειν ἠδʼ εὔφρονα καρπὸν ἀμᾶσθαι· ἡ δὲ δυωδεκάτη τῆς ἑνδεκάτης μέγʼ ἀμείνων· τῇ γάρ τοι νῇ νήματʼ ἀερσιπότητος ἀράχνης