πινόντων· ὀλοὴ γὰρ ἐπʼ αὐτῷ μοῖρα τέτυκται. μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν, μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα κορώνη. μηδʼ ἀπὸ χυτροπόδων ἀνεπιρρέκτων ἀνελόντα ἔσθειν μηδὲ λόεσθαι· ἐπεὶ καὶ τοῖς ἔνι ποινή. μηδʼ ἐπʼ ἀκινήτοισι καθιζέμεν, οὐ γὰρ ἄμεινον, παῖδα δυωδεκαταῖον, ὅτʼ ἀνέρʼ ἀνήνορα ποιεῖ, μηδὲ δυωδεκάμηνον· ἴσον καὶ τοῦτο τέτυκται. μηδὲ γυναικείῳ λουτρῷ χρόα φαιδρύνεσθαι ἀνέρα· λευγαλέη γὰρ ἐπὶ χρόνον ἔστʼ ἐπὶ καὶ τῷ ποινή. μηδʼ ἱεροῖσιν ἐπʼ αἰθομένοισι κυρήσας μωμεύειν ἀίδηλα· θεός νύ τι καὶ τὰ νεμεσσᾷ. μηδέ ποτʼ ἐν προχοῇς ποταμῶν ἅλαδε προρεόντων μηδʼ ἐπὶ κρηνάων οὐρεῖν, μάλα δʼ ἐξαλέασθαι· μηδʼ ἐναποψύχειν· τὸ γὰρ οὔ τοι λώιόν ἐστιν. ὧδʼ ἔρδειν· δεινὴν δὲ βροτῶν ὑπαλεύεο φήμην. φήμη γάρ τε κακὴ πέλεται, κούφη μὲν ἀεῖραι ῥεῖα μάλʼ, ἀργαλέη δὲ φέρειν, χαλεπὴ δʼ ἀποθέσθαι. φήμη δʼ οὔτις πάμπαν ἀπόλλυται, ἥν τινα πολλοὶ λαοὶ φημίξωσι· θεός νύ τίς ἐστι καὶ αὐτή. Ἤματα δʼ ἐκ Διόθεν πεφυλαγμένος εὖ κατὰ μοῖραν