<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="718">τέτλαθʼ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων.</l><l n="719">γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος</l><l n="720">φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης.</l><l n="721">εἰ δὲ κακὸν εἴποις, τάχα κʼ αὐτὸς μεῖζον ἀκούσαις.</l><l n="722"><milestone ed="P" unit="para"/>μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι</l><l n="723">ἐκ κοινοῦ· πλείστη δὲ χάρις, δαπάνη τʼ ὀλιγίστη.</l><l n="724"><milestone ed="P" unit="para"/>μηδέ ποτʼ ἐξ ἠοῦς Διὶ λειβέμεν αἴθοπα οἶνον</l><l n="725">χερσὶν ἀνίπτοισιν μηδʼ ἄλλοις ἀθανάτοισιν·</l><l n="726">οὐ γὰρ τοί γε κλύουσιν, ἀποπτύουσι δέ τʼ ἀράς.</l><l n="727"><milestone ed="P" unit="para"/>μηδʼ ἄντʼ ἠελίου τετραμμένος ὀρθὸς ὀμιχεῖν·</l><l n="728">αὐτὰρ ἐπεί κε δύῃ, μεμνημένος, ἔς τʼ ἀνιόντα·</l><l n="729">μήτʼ ἐν ὁδῷ μήτʼ ἐκτὸς ὁδοῦ προβάδην οὐρήσῃς</l><l n="730">μηδʼ ἀπογυμνωθείς· μακάρων τοι νύκτες ἔασιν·</l><l n="731">ἑζόμενος δʼ ὅ γε θεῖος ἀνήρ, πεπνυμένα εἰδώς,</l><l n="732">ἢ ὅ γε πρὸς τοῖχον πελάσας ἐυερκέος αὐλῆς.</l><l n="733"><milestone ed="P" unit="para"/>μηδʼ αἰδοῖα γονῇ πεπαλαγμένος ἔνδοθι οἴκου</l><l n="734">ἱστίῃ ἐμπελαδὸν παραφαινέμεν, ἀλλʼ ἀλέασθαι.</l><l n="735">μηδʼ ἀπὸ δυσφήμοιο τάφου ἀπονοστήσαντα</l><l n="736">σπερμαίνειν γενεήν, ἀλλʼ ἀθανάτων ἀπὸ δαιτός.</l><milestone n="737" ed="p" unit="card"/><l n="737"><milestone ed="P" unit="para"/>μηδέ ποτʼ αἰενάων ποταμῶν καλλίρροον ὕδωρ</l><l n="738">ποσσὶ περᾶν, πρίν γʼ εὔξῃ ἰδὼν ἐς καλὰ ῥέεθρα,</l><l n="739">χεῖρας νιψάμενος πολυηράτῳ ὕδατι λευκῷ.</l><l n="740">ὃς ποταμὸν διαβῇ κακότητʼ ἰδὲ χεῖρας ἄνιπτος,</l><l n="741">τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἄλγεα δῶκαν ὀπίσσω.</l><l n="742"><milestone ed="P" unit="para"/>μηδʼ ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ</l><l n="743">αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ.</l><l n="744"><milestone ed="P" unit="para"/>μηδέ ποτʼ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθε</l><l n="745">πινόντων· ὀλοὴ γὰρ ἐπʼ αὐτῷ μοῖρα τέτυκται.</l><l n="746"><milestone ed="P" unit="para"/>μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν,</l><l n="747">μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα κορώνη.</l></div></body></text></TEI>