τέτλαθʼ ὀνειδίζειν, μακάρων δόσιν αἰὲν ἐόντων. γλώσσης τοι θησαυρὸς ἐν ἀνθρώποισιν ἄριστος φειδωλῆς, πλείστη δὲ χάρις κατὰ μέτρον ἰούσης. εἰ δὲ κακὸν εἴποις, τάχα κʼ αὐτὸς μεῖζον ἀκούσαις. μηδὲ πολυξείνου δαιτὸς δυσπέμφελος εἶναι ἐκ κοινοῦ· πλείστη δὲ χάρις, δαπάνη τʼ ὀλιγίστη. μηδέ ποτʼ ἐξ ἠοῦς Διὶ λειβέμεν αἴθοπα οἶνον χερσὶν ἀνίπτοισιν μηδʼ ἄλλοις ἀθανάτοισιν· οὐ γὰρ τοί γε κλύουσιν, ἀποπτύουσι δέ τʼ ἀράς. μηδʼ ἄντʼ ἠελίου τετραμμένος ὀρθὸς ὀμιχεῖν· αὐτὰρ ἐπεί κε δύῃ, μεμνημένος, ἔς τʼ ἀνιόντα· μήτʼ ἐν ὁδῷ μήτʼ ἐκτὸς ὁδοῦ προβάδην οὐρήσῃς μηδʼ ἀπογυμνωθείς· μακάρων τοι νύκτες ἔασιν· ἑζόμενος δʼ ὅ γε θεῖος ἀνήρ, πεπνυμένα εἰδώς, ἢ ὅ γε πρὸς τοῖχον πελάσας ἐυερκέος αὐλῆς. μηδʼ αἰδοῖα γονῇ πεπαλαγμένος ἔνδοθι οἴκου ἱστίῃ ἐμπελαδὸν παραφαινέμεν, ἀλλʼ ἀλέασθαι. μηδʼ ἀπὸ δυσφήμοιο τάφου ἀπονοστήσαντα σπερμαίνειν γενεήν, ἀλλʼ ἀθανάτων ἀπὸ δαιτός. μηδέ ποτʼ αἰενάων ποταμῶν καλλίρροον ὕδωρ ποσσὶ περᾶν, πρίν γʼ εὔξῃ ἰδὼν ἐς καλὰ ῥέεθρα, χεῖρας νιψάμενος πολυηράτῳ ὕδατι λευκῷ. ὃς ποταμὸν διαβῇ κακότητʼ ἰδὲ χεῖρας ἄνιπτος, τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἄλγεα δῶκαν ὀπίσσω. μηδʼ ἀπὸ πεντόζοιο θεῶν ἐν δαιτὶ θαλείῃ αὖον ἀπὸ χλωροῦ τάμνειν αἴθωνι σιδήρῳ. μηδέ ποτʼ οἰνοχόην τιθέμεν κρητῆρος ὕπερθε πινόντων· ὀλοὴ γὰρ ἐπʼ αὐτῷ μοῖρα τέτυκται. μηδὲ δόμον ποιῶν ἀνεπίξεστον καταλείπειν, μή τοι ἐφεζομένη κρώξῃ λακέρυζα κορώνη.