<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="688">φράζεσθαι τάδε πάντα μετὰ φρεσίν, ὡς ἀγορεύω.</l><l n="689">μηδʼ ἐν νηυσὶν ἅπαντα βίον κοΐλῃσι τίθεσθαι·</l><l n="690">ἀλλὰ πλέω λείπειν, τὰ δὲ μείονα φορτίζεσθαι.</l><l n="691">δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι.</l><l n="692">δεινὸν δʼ, εἴ κʼ ἐπʼ ἄμαξαν ὑπέρβιον ἄχθος ἀείρας</l><l n="693">ἄξονα. καυάξαις καὶ φορτία μαυρωθείη.</l><l n="694">μέτρα φυλάσσεσθαι· καιρὸς δʼ ἐπὶ πᾶσιν ἄριστος.</l><l n="695"><milestone ed="P" unit="para"/>ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι,</l><l n="696">μήτε τριηκόντων ἐτέων μάλα πόλλʼ ἀπολείπων</l><l n="697">μήτʼ ἐπιθεὶς μάλα πολλά· γάμος δέ τοι ὥριος οὗτος·</l><l n="698">ἡ δὲ γυνὴ τέτορʼ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο.</l><l n="699">παρθενικὴν δὲ γαμεῖν, ὥς κʼ ἤθεα κεδνὰ διδάξῃς.</l><l n="700">τὴν δὲ μάλιστα γαμεῖν, ἥ τις σέθεν ἐγγύθι ναίει,</l><l n="701">πάντα μάλʼ ἀμφιιδών, μὴ γείτοσι χάρματα γήμῃς.</l><l n="702">οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετʼ ἄμεινον</l><l n="703">τῆς ἀγαθῆς, τῆς δʼ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο,</l><l n="704">δειπνολόχης· ἥτʼ ἄνδρα καὶ ἴφθιμόν περ ἐόντα</l><l n="705">εὕει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκεν. </l><milestone n="706" ed="p" unit="card"/><l n="706"><milestone ed="P" unit="para"/>εὖ δʼ ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι.</l><l n="707">μηδὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον·</l><l n="708">εἰ δέ κε ποιήσῃς, μή μιν πρότερος κακὸν ἔρξῃς.</l><l n="709">μηδὲ ψεύδεσθαι γλώσσης χάριν· εἰ δὲ σέ γʼ ἄρχῃ</l><l n="710">ἤ τι ἔπος εἰπὼν ἀποθύμιον ἠὲ καὶ ἔρξας,</l><l n="711">δὶς τόσα τίνυσθαι μεμνημένος· εἰ δὲ σέ γʼ αὖτις</l><l n="712">ἡγῆτʼ ἐς φιλότητα, δίκην δʼ ἐθέλῃσι παρασχεῖν,</l><l n="713">δέξασθαι· δειλός τοι ἀνὴρ φίλον ἄλλοτε ἄλλον</l><l n="714">ποιεῖται, σὲ δὲ μή τι νόον κατελεγχέτω εἶδος.</l><l n="715"><milestone ed="P" unit="para"/>μηδὲ πολύξεινον μηδʼ ἄξεινον καλέεσθαι,</l><l n="716">μηδὲ κακῶν ἕταρον μηδʼ ἐσθλῶν νεικεστῆρα.</l><l n="717"><milestone ed="P" unit="para"/>μηδέ ποτʼ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ</l></div></body></text></TEI>