φράζεσθαι τάδε πάντα μετὰ φρεσίν, ὡς ἀγορεύω. μηδʼ ἐν νηυσὶν ἅπαντα βίον κοΐλῃσι τίθεσθαι· ἀλλὰ πλέω λείπειν, τὰ δὲ μείονα φορτίζεσθαι. δεινὸν γὰρ πόντου μετὰ κύμασι πήματι κύρσαι. δεινὸν δʼ, εἴ κʼ ἐπʼ ἄμαξαν ὑπέρβιον ἄχθος ἀείρας ἄξονα. καυάξαις καὶ φορτία μαυρωθείη. μέτρα φυλάσσεσθαι· καιρὸς δʼ ἐπὶ πᾶσιν ἄριστος. ὡραῖος δὲ γυναῖκα τεὸν ποτὶ οἶκον ἄγεσθαι, μήτε τριηκόντων ἐτέων μάλα πόλλʼ ἀπολείπων μήτʼ ἐπιθεὶς μάλα πολλά· γάμος δέ τοι ὥριος οὗτος· ἡ δὲ γυνὴ τέτορʼ ἡβώοι, πέμπτῳ δὲ γαμοῖτο. παρθενικὴν δὲ γαμεῖν, ὥς κʼ ἤθεα κεδνὰ διδάξῃς. τὴν δὲ μάλιστα γαμεῖν, ἥ τις σέθεν ἐγγύθι ναίει, πάντα μάλʼ ἀμφιιδών, μὴ γείτοσι χάρματα γήμῃς. οὐ μὲν γάρ τι γυναικὸς ἀνὴρ ληίζετʼ ἄμεινον τῆς ἀγαθῆς, τῆς δʼ αὖτε κακῆς οὐ ῥίγιον ἄλλο, δειπνολόχης· ἥτʼ ἄνδρα καὶ ἴφθιμόν περ ἐόντα εὕει ἄτερ δαλοῖο καὶ ὠμῷ γήραϊ δῶκεν. εὖ δʼ ὄπιν ἀθανάτων μακάρων πεφυλαγμένος εἶναι. μηδὲ κασιγνήτῳ ἶσον ποιεῖσθαι ἑταῖρον· εἰ δέ κε ποιήσῃς, μή μιν πρότερος κακὸν ἔρξῃς. μηδὲ ψεύδεσθαι γλώσσης χάριν· εἰ δὲ σέ γʼ ἄρχῃ ἤ τι ἔπος εἰπὼν ἀποθύμιον ἠὲ καὶ ἔρξας, δὶς τόσα τίνυσθαι μεμνημένος· εἰ δὲ σέ γʼ αὖτις ἡγῆτʼ ἐς φιλότητα, δίκην δʼ ἐθέλῃσι παρασχεῖν, δέξασθαι· δειλός τοι ἀνὴρ φίλον ἄλλοτε ἄλλον ποιεῖται, σὲ δὲ μή τι νόον κατελεγχέτω εἶδος. μηδὲ πολύξεινον μηδʼ ἄξεινον καλέεσθαι, μηδὲ κακῶν ἕταρον μηδʼ ἐσθλῶν νεικεστῆρα. μηδέ ποτʼ οὐλομένην πενίην θυμοφθόρον ἀνδρὶ