<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="658">τὸν μὲν ἐγὼ Μούσῃς Ἑλικωνιάδεσσʼ ἀνέθηκα,</l><l n="659">ἔνθα με τὸ πρῶτον λιγυρῆς ἐπέβησαν ἀοιδῆς.</l><l n="660">τόσσον τοι νηῶν γε πεπείρημαι πολυγόμφων·</l><l n="661">ἀλλὰ καὶ ὣς ἐρέω Ζηνὸς νόον αἰγιόχοιο·</l><l n="662">Μοῦσαι γάρ μʼ ἐδίδαξαν ἀθέσφατον ὕμνον ἀείδειν.</l><l n="663"><milestone ed="P" unit="para"/>ἤματα πεντήκοντα μετὰ τροπὰς ἠελίοιο,</l><l n="664">ἐς τέλος ἐλθόντος θέρεος καματώδεος ὥρης,</l><l n="665">ὡραῖος πέλεται θνητοῖς πλόος· οὔτε κε νῆα</l><l n="666">καυάξαις οὔτʼ ἄνδρας ἀποφθείσειε θάλασσα,</l><l n="667">εἰ δὴ μὴ πρόφρων γε Ποσειδάων ἐνοσίχθων</l><l n="668">ἢ Ζεὺς ἀθανάτων βασιλεὺς ἐθέλῃσιν ὀλέσσαι·</l><l n="669">ἐν τοῖς γὰρ τέλος ἐστὶν ὁμῶς ἀγαθῶν τε κακῶν τε.</l><l n="670">τῆμος δʼ εὐκρινέες τʼ αὖραι καὶ πόντος ἀπήμων·</l><l n="671">εὔκηλος τότε νῆα θοὴν ἀνέμοισι πιθήσας</l><l n="672">ἑλκέμεν ἐς πόντον φόρτον τʼ ἐς πάντα τίθεσθαι,</l><l n="673">σπεύδειν δʼ ὅττι τάχιστα πάλιν οἶκόνδε νέεσθαι·</l><l n="674">μηδὲ μένειν οἶνόν τε νέον καὶ ὀπωρινὸν ὄμβρον</l><l n="675">καὶ χειμῶνʼ ἐπιόντα Νότοιό τε δεινὰς ἀήτας,</l><l n="676">ὅστʼ ὤρινε θάλασσαν ὁμαρτήσας Διὸς ὄμβρῳ</l><l n="677">πολλῷ ὀπωρινῷ, χαλεπὸν δέ τε πόντον ἔθηκεν.</l><milestone n="678" ed="p" unit="card"/><l n="678"><milestone ed="P" unit="para"/>ἄλλος δʼ εἰαρινὸς πέλεται πλόος ἀνθρώποισιν·</l><l n="679">ἦμος δὴ τὸ πρῶτον, ὅσον τʼ ἐπιβᾶσα κορώνη</l><l n="680">ἴχνος ἐποίησεν, τόσσον πέταλʼ ἀνδρὶ φανείῃ</l><l n="681">ἐν κράδῃ ἀκροτάτῃ, τότε δʼ ἄμβατός ἐστι θάλασσα·</l><l n="682">εἰαρινὸς δʼ οὗτος πέλεται πλόος. οὔ μιν ἔγωγε</l><l n="683">αἴνημʼ· οὐ γὰρ ἐμῷ θυμῷ κεχαρισμένος ἐστίν·</l><l n="684">ἁρπακτός· χαλεπῶς κε φύγοις κακόν· ἀλλά νυ καὶ τὰ</l><l n="685">ἄνθρωποι ῥέζουσιν ἀιδρείῃσι νόοιο·</l><l n="686">χρήματα γὰρ ψυχὴ πέλεται δειλοῖσι βροτοῖσιν.</l><l n="687">δεινὸν δʼ ἐστὶ θανεῖν μετὰ κύμασιν. ἀλλά σʼ ἄνωγα</l></div></body></text></TEI>