<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="628">εὐκόσμως στολίσας νηὸς πτερὰ ποντοπόροιο·</l><l n="629">πηδάλιον δʼ ἐυεργὲς ὑπὲρ καπνοῦ κρεμάσασθαι.</l><l n="630">αὐτὸς δʼ ὡραῖον μίμνειν πλόον, εἰσόκεν ἔλθῃ·</l><l n="631">καὶ τότε νῆα θοὴν ἅλαδʼ ἑλκέμεν, ἐν δέ τε φόρτον</l><l n="632">ἄρμενον ἐντύνασθαι, ἵνʼ οἴκαδε κέρδος ἄρηαι,</l><l n="633">ὥς περ ἐμός τε πατὴρ καὶ σός, μέγα νήπιε Πέρσῃ,</l><l n="634">πλωίζεσκʼ ἐν νηυσί, βίου κεχρημένος ἐσθλοῦ·</l><l n="635">ὅς ποτε καὶ τῇδʼ ἦλθε, πολὺν διὰ πόντον ἀνύσσας,</l><l n="636">Κύμην Αἰολίδα προλιπών, ἐν νηὶ μελαίνῃ·</l><l n="637">οὐκ ἄφενος φεύγων οὐδὲ πλοῦτόν τε καὶ ὄλβον,</l><l n="638">ἀλλὰ κακὴν πενίην, τὴν Ζεὺς ἄνδρεσσι δίδωσιν·</l><l n="639">νάσσατο δʼ ἄγχʼ Ἑλικῶνος ὀιζυρῇ ἐνὶ κώμῃ,</l><l n="640">Ἄσκρῃ, χεῖμα κακῇ, θέρει ἀργαλέῃ, οὐδέ ποτʼ ἐσθλῇ.</l><milestone n="641" ed="p" unit="card"/><l n="641" style="speech"><milestone ed="P" unit="para"/>τύνη δʼ, ὦ Πέρση, ἔργων μεμνημένος εἶναι</l><l n="642" style="speech">ὡραίων πάντων, περὶ ναυτιλίης δὲ μάλιστα.</l><l n="643" style="speech">νῆʼ ὀλίγην αἰνεῖν, μεγάλῃ δʼ ἐνὶ φορτία θέσθαι.</l><l n="644">μείζων μὲν φόρτος, μεῖζον δʼ ἐπὶ κέρδεϊ κέρδος</l><l n="645">ἔσσεται, εἴ κʼ ἄνεμοί γε κακὰς ἀπέχωσιν ἀήτας.</l><l n="646"><milestone ed="P" unit="para"/>εὖτʼ ἂν ἐπʼ ἐμπορίην τρέψας ἀεσίφρονα θυμὸν</l><l n="647">βούληαι χρέα τε προφυγεῖν καὶ λιμὸν ἀτερπέα,</l><l n="648">δείξω δή τοι μέτρα πολυφλοίσβοιο θαλάσσης,</l><l n="649">οὔτε τι ναυτιλίης σεσοφισμένος οὔτε τι νηῶν.</l><l n="650">οὐ γάρ πώ ποτε νηί γʼ ἐπέπλων εὐρέα πόντον,</l><l n="651">εἰ μὴ ἐς Εὔβοιαν ἐξ Αὐλίδος, ᾗ ποτʼ Ἀχαιοὶ</l><l n="652">μείναντες χειμῶνα πολὺν σὺν λαὸν ἄγειραν</l><l n="653">Ἑλλάδος ἐξ ἱερῆς Τροίην ἐς καλλιγύναικα.</l><l n="654">ἔνθα δʼ ἐγὼν ἐπʼ ἄεθλα δαΐφρονος Ἀμφιδάμαντος</l><l n="655">Χαλκίδα τʼ εἲς ἐπέρησα· τὰ δὲ προπεφραδμένα πολλὰ</l><l n="656">ἄεθλʼ ἔθεσαν παῖδες μεγαλήτορος· ἔνθα μέ φημι</l><l n="657">ὕμνῳ νικήσαντα φέρειν τρίποδʼ ὠτώεντα.</l></div></body></text></TEI>