<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="61">γαῖαν ὕδει φύρειν, ἐν δʼ ἀνθρώπου θέμεν αὐδὴν</l><l n="62">καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐίσκειν</l><l n="63">παρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ Ἀθήνην</l><l n="64">ἔργα διδασκῆσαι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν·</l><l n="65">καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσέην Ἀφροδίτην</l><l n="66">καὶ πόθον ἀργαλέον καὶ γυιοβόρους μελεδώνας·</l><l n="67">ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος</l><l n="68">Ἑρμείην ἤνωγε, διάκτορον Ἀργεϊφόντην.</l><l n="69"><milestone ed="P" unit="para"/>ὣς ἔφαθʼ· οἳ δʼ ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι.</l><l n="70">αὐτίκα δʼ ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήεις</l><l n="71">παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς·</l><l n="72">ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη·</l><l n="73">ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ</l><l n="74">ὅρμους χρυσείους ἔθεσαν χροΐ· ἀμφὶ δὲ τήν γε</l><l n="75">Ὧραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν·</l><l n="76"><del>πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη.</del></l><l n="77">ἐν δʼ ἄρα οἱ στήθεσσι διάκτορος Ἀργεϊφόντης</l><l n="78">ψεύδεά θʼ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος</l><l n="79"><del>τεῦξε Διὸς βουλῇσι βαρυκτύπου· ἐν δʼ ἄρα φωνὴν</del></l><l n="80">θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα</l><l n="81">Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματʼ ἔχοντες</l><l n="82">δῶρον ἐδώρησαν, πῆμʼ ἀνδράσιν ἀλφηστῇσιν.</l><milestone n="83" ed="p" unit="card"/><l n="83"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ δόλον αἰπὺν ἀμήχανον ἐξετέλεσσεν,</l><l n="84">εἰς Ἐπιμηθέα πέμπε πατὴρ κλυτὸν Ἀργεϊφόντην</l><l n="85">δῶρον ἄγοντα, θεῶν ταχὺν ἄγγελον· οὐδʼ Ἐπιμηθεὺς</l><l n="86">ἐφράσαθʼ, ὥς οἱ ἔειπε Προμηθεὺς μή ποτε δῶρον</l><l n="87">δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου, ἀλλʼ ἀποπέμπειν</l><l n="88">ἐξοπίσω, μή πού τι κακὸν θνητοῖσι γένηται.</l><l n="89">αὐτὰρ ὃ δεξάμενος, ὅτε δὴ κακὸν εἶχʼ, ἐνόησεν.</l><l n="90">Πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων</l></div></body></text></TEI>