γαῖαν ὕδει φύρειν, ἐν δʼ ἀνθρώπου θέμεν αὐδὴν καὶ σθένος, ἀθανάτῃς δὲ θεῇς εἰς ὦπα ἐίσκειν παρθενικῆς καλὸν εἶδος ἐπήρατον· αὐτὰρ Ἀθήνην ἔργα διδασκῆσαι, πολυδαίδαλον ἱστὸν ὑφαίνειν· καὶ χάριν ἀμφιχέαι κεφαλῇ χρυσέην Ἀφροδίτην καὶ πόθον ἀργαλέον καὶ γυιοβόρους μελεδώνας· ἐν δὲ θέμεν κύνεόν τε νόον καὶ ἐπίκλοπον ἦθος Ἑρμείην ἤνωγε, διάκτορον Ἀργεϊφόντην. ὣς ἔφαθʼ· οἳ δʼ ἐπίθοντο Διὶ Κρονίωνι ἄνακτι. αὐτίκα δʼ ἐκ γαίης πλάσσεν κλυτὸς Ἀμφιγυήεις παρθένῳ αἰδοίῃ ἴκελον Κρονίδεω διὰ βουλάς· ζῶσε δὲ καὶ κόσμησε θεὰ γλαυκῶπις Ἀθήνη· ἀμφὶ δέ οἱ Χάριτές τε θεαὶ καὶ πότνια Πειθὼ ὅρμους χρυσείους ἔθεσαν χροΐ· ἀμφὶ δὲ τήν γε Ὧραι καλλίκομοι στέφον ἄνθεσιν εἰαρινοῖσιν· πάντα δέ οἱ χροῒ κόσμον ἐφήρμοσε Παλλὰς Ἀθήνη. ἐν δʼ ἄρα οἱ στήθεσσι διάκτορος Ἀργεϊφόντης ψεύδεά θʼ αἱμυλίους τε λόγους καὶ ἐπίκλοπον ἦθος τεῦξε Διὸς βουλῇσι βαρυκτύπου· ἐν δʼ ἄρα φωνὴν θῆκε θεῶν κῆρυξ, ὀνόμηνε δὲ τήνδε γυναῖκα Πανδώρην, ὅτι πάντες Ὀλύμπια δώματʼ ἔχοντες δῶρον ἐδώρησαν, πῆμʼ ἀνδράσιν ἀλφηστῇσιν. αὐτὰρ ἐπεὶ δόλον αἰπὺν ἀμήχανον ἐξετέλεσσεν, εἰς Ἐπιμηθέα πέμπε πατὴρ κλυτὸν Ἀργεϊφόντην δῶρον ἄγοντα, θεῶν ταχὺν ἄγγελον· οὐδʼ Ἐπιμηθεὺς ἐφράσαθʼ, ὥς οἱ ἔειπε Προμηθεὺς μή ποτε δῶρον δέξασθαι πὰρ Ζηνὸς Ὀλυμπίου, ἀλλʼ ἀποπέμπειν ἐξοπίσω, μή πού τι κακὸν θνητοῖσι γένηται. αὐτὰρ ὃ δεξάμενος, ὅτε δὴ κακὸν εἶχʼ, ἐνόησεν. Πρὶν μὲν γὰρ ζώεσκον ἐπὶ χθονὶ φῦλʼ ἀνθρώπων