<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="598">δινέμεν, εὖτʼ ἂν πρῶτα φανῇ σθένος Ὠαρίωνος,</l><l n="599">χώρῳ ἐν εὐαέι καὶ ἐυτροχάλῳ ἐν ἀλωῇ.</l><l n="600">μέτρῳ δʼ εὖ κομίσασθαι ἐν ἄγγεσιν· αὐτὰρ ἐπὴν δὴ</l><l n="601">πάντα βίον κατάθηαι ἐπάρμενον ἔνδοθι οἴκου,</l><l n="602">θῆτά τʼ ἄοικον ποιεῖσθαι καὶ ἄτεκνον ἔριθον</l><l n="603">δίζησθαι κέλομαι· χαλεπὴ δʼ ὑπόπορτις ἔριθος·</l><l n="604">καὶ κύνα καρχαρόδοντα κομεῖν, μὴ φείδεο σίτου,</l><l n="605">μή ποτέ σʼ ἡμερόκοιτος ἀνὴρ ἀπὸ χρήμαθʼ ἕληται.</l><l n="606">χόρτον δʼ ἐσκομίσαι καὶ συρφετόν, ὄφρα τοι εἴη</l><l n="607">βουσὶ καὶ ἡμιόνοισιν ἐπηετανόν. αὐτὰρ ἔπειτα</l><l n="608">δμῶας ἀναψῦξαι φίλα γούνατα καὶ βόε λῦσαι.</l><milestone n="609" ed="p" unit="card"/><l n="609"><milestone ed="P" unit="para"/>εὖτʼ ἂν δʼ Ὠαρίων καὶ Σείριος ἐς μέσον ἔλθῃ</l><l n="610">οὐρανόν, Ἀρκτοῦρον δʼ ἐσίδῃ ῥοδοδάκτυλος Ηώς,</l><l n="611">ὦ Πέρση, τότε πάντας ἀποδρέπεν οἴκαδε βότρυς·</l><l n="612">δεῖξαι δʼ ἠελίῳ δέκα τʼ ἤματα καὶ δέκα νύκτας,</l><l n="613">πέντε δὲ συσκιάσαι, ἕκτῳ δʼ εἰς ἄγγεʼ ἀφύσσαι</l><l n="614">δῶρα Διωνύσου πολυγηθέος. αὐτὰρ ἐπὴν δὴ</l><l n="615">Πληιάδες θʼ Ὑάδες τε τό τε σθένος Ὠαρίωνος</l><l n="616">δύνωσιν, τότʼ ἔπειτʼ ἀρότου μεμνημένος εἶναι</l><l n="617">ὡραίου· πλειὼν δὲ κατὰ χθονὸς ἄρμενος εἶσιν.</l><l n="618"><milestone ed="P" unit="para"/>εἰ δέ σε ναυτιλίης δυσπεμφέλου ἵμερος αἱρεῖ,</l><l n="619">εὖτʼ ἂν Πληιάδες σθένος ὄβριμον Ὠαρίωνος</l><l n="620">φεύγουσαι πίπτωσιν ἐς ἠεροειδέα πόντον,</l><l n="621">δὴ τότε παντοίων ἀνέμων θυίουσιν ἀῆται·</l><l n="622">καὶ τότε μηκέτι νῆας ἔχειν ἐνὶ οἴνοπι πόντῳ,</l><l n="623">γῆν ἐργάζεσθαι μεμνημένος, ὥς σε κελεύω.</l><l n="624">νῆα δʼ ἐπʼ ἠπείρου ἐρύσαι πυκάσαι τε λίθοισι</l><l n="625">πάντοθεν, ὄφρʼ ἴσχωσʼ ἀνέμων μένος ὑγρὸν ἀέντων,</l><l n="626">χείμαρον ἐξερύσας, ἵνα μὴ πύθῃ Διὸς ὄμβρος.</l><l n="627">ὅπλα δʼ ἐπάρμενα πάντα τεῷ ἐγκάτθεο οἴκῳ</l></div></body></text></TEI>