<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="568">τὸν δὲ μέτʼ ὀρθογόη Πανδιονὶς ὦρτο χελιδὼν</l><l n="569">ἐς φάος ἀνθρώποις, ἔαρος νέον ἱσταμένοιο.</l><l n="570">τὴν φθάμενος οἴνας περταμνέμεν· ὣς γὰρ ἄμεινον.</l><milestone n="571" ed="p" unit="card"/><l n="571"><milestone ed="P" unit="para"/>ἀλλʼ ὁπότʼ ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃ</l><l n="572">Πληιάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων·</l><l n="573">ἀλλʼ ἅρπας τε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν·</l><l n="574">φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπʼ ἠόα κοῖτον</l><l n="575">ὥρῃ ἐν ἀμήτου, ὅτε τʼ ἠέλιος χρόα κάρφει.</l><l n="576">τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖν</l><l n="577">ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη.</l><l n="578">ἠὼς γὰρ ἔργοιο τρίτην ἀπομείρεται αἶσαν,</l><l n="579">ἠώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου,</l><l n="580">ἠώς, ἥτε φανεῖσα πολέας ἐπέβησε κελεύθου</l><l n="581">ἀνθρώπους πολλοῖσί τʼ ἐπὶ ζυγὰ βουσὶ τίθησιν.</l><l n="582"><milestone ed="P" unit="para"/>ἦμος δὲ σκόλυμός τʼ ἀνθεῖ καὶ ἠχέτα τέττιξ</l><l n="583">δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετʼ ἀοιδὴν</l><l n="584">πυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὥρῃ,</l><l n="585">τῆμος πιόταταί τʼ αἶγες καὶ οἶνος ἄριστος,</l><l n="586">μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες</l><l n="587">εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει,</l><l n="588">αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος· ἀλλὰ τότʼ ἤδη</l><l n="589">εἴη πετραίη τε σκιὴ καὶ βίβλινος οἶνος,</l><l n="590">μάζα τʼ ἀμολγαίη γάλα τʼ αἰγῶν σβεννυμενάων,</l><l n="591">καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίης</l><l n="592">πρωτογόνων τʼ ἐρίφων· ἐπὶ δʼ αἴθοπα πινέμεν οἶνον,</l><l n="593">ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς,</l><l n="594">ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα,</l><l n="595">κρήνης τʼ αἰενάου καὶ ἀπορρύτου, ἥτʼ ἀθόλωτος,</l><l n="596">τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου.</l><l n="597"><milestone ed="P" unit="para"/>δμωσὶ δʼ ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτὴν</l></div></body></text></TEI>