τὸν δὲ μέτʼ ὀρθογόη Πανδιονὶς ὦρτο χελιδὼν ἐς φάος ἀνθρώποις, ἔαρος νέον ἱσταμένοιο. τὴν φθάμενος οἴνας περταμνέμεν· ὣς γὰρ ἄμεινον. ἀλλʼ ὁπότʼ ἂν φερέοικος ἀπὸ χθονὸς ἂμ φυτὰ βαίνῃ Πληιάδας φεύγων, τότε δὴ σκάφος οὐκέτι οἰνέων· ἀλλʼ ἅρπας τε χαρασσέμεναι καὶ δμῶας ἐγείρειν· φεύγειν δὲ σκιεροὺς θώκους καὶ ἐπʼ ἠόα κοῖτον ὥρῃ ἐν ἀμήτου, ὅτε τʼ ἠέλιος χρόα κάρφει. τημοῦτος σπεύδειν καὶ οἴκαδε καρπὸν ἀγινεῖν ὄρθρου ἀνιστάμενος, ἵνα τοι βίος ἄρκιος εἴη. ἠὼς γὰρ ἔργοιο τρίτην ἀπομείρεται αἶσαν, ἠώς τοι προφέρει μὲν ὁδοῦ, προφέρει δὲ καὶ ἔργου, ἠώς, ἥτε φανεῖσα πολέας ἐπέβησε κελεύθου ἀνθρώπους πολλοῖσί τʼ ἐπὶ ζυγὰ βουσὶ τίθησιν. ἦμος δὲ σκόλυμός τʼ ἀνθεῖ καὶ ἠχέτα τέττιξ δενδρέῳ ἐφεζόμενος λιγυρὴν καταχεύετʼ ἀοιδὴν πυκνὸν ὑπὸ πτερύγων, θέρεος καματώδεος ὥρῃ, τῆμος πιόταταί τʼ αἶγες καὶ οἶνος ἄριστος, μαχλόταται δὲ γυναῖκες, ἀφαυρότατοι δέ τοι ἄνδρες εἰσίν, ἐπεὶ κεφαλὴν καὶ γούνατα Σείριος ἄζει, αὐαλέος δέ τε χρὼς ὑπὸ καύματος· ἀλλὰ τότʼ ἤδη εἴη πετραίη τε σκιὴ καὶ βίβλινος οἶνος, μάζα τʼ ἀμολγαίη γάλα τʼ αἰγῶν σβεννυμενάων, καὶ βοὸς ὑλοφάγοιο κρέας μή πω τετοκυίης πρωτογόνων τʼ ἐρίφων· ἐπὶ δʼ αἴθοπα πινέμεν οἶνον, ἐν σκιῇ ἑζόμενον, κεκορημένον ἦτορ ἐδωδῆς, ἀντίον ἀκραέος Ζεφύρου τρέψαντα πρόσωπα, κρήνης τʼ αἰενάου καὶ ἀπορρύτου, ἥτʼ ἀθόλωτος, τρὶς ὕδατος προχέειν, τὸ δὲ τέτρατον ἱέμεν οἴνου. δμωσὶ δʼ ἐποτρύνειν Δημήτερος ἱερὸν ἀκτὴν