<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="538">στήμονι δʼ ἐν παύρῳ πολλὴν κρόκα μηρύσασθαι·</l><l n="539">τὴν περιέσσασθαι, ἵνα τοι τρίχες ἀτρεμέωσι,</l><l n="540">μηδʼ ὀρθαὶ φρίσσωσιν ἀειρόμεναι κατὰ σῶμα.</l><l n="541">ἀμφὶ δὲ ποσσὶ πέδιλα βοὸς ἶφι κταμένοιο</l><l n="542">ἄρμενα δήσασθαι, πίλοις ἔντοσθε πυκάσσας.</l><l n="543">πρωτογόνων δʼ ἐρίφων, ὁπότʼ ἂν κρύος ὥριον ἔλθῃ,</l><l n="544">δέρματα συρράπτειν νεύρῳ βοός, ὄφρʼ ἐπὶ νώτῳ</l><l n="545">ὑετοῦ ἀμφιβάλῃ ἀλέην· κεφαλῆφι δʼ ὕπερθεν</l><l n="546">πῖλον ἔχειν ἀσκητόν, ἵνʼ οὔατα μὴ καταδεύῃ·</l><l n="547">ψυχρὴ γάρ τʼ ἠὼς πέλεται Βορέαο πεσόντος</l><l n="548">ἠώιος δʼ ἐπὶ γαῖαν ἀπʼ οὐρανοῦ ἀστερόεντος</l><l n="549">ἀὴρ πυροφόρος τέταται μακάρων ἐπὶ ἔργοις·</l><l n="550">ὅστε ἀρυσάμενος ποταμῶν ἄπο αἰεναόντων,</l><l n="551">ὑψοῦ ὑπὲρ γαίης ἀρθεὶς ἀνέμοιο θυέλλῃ</l><l n="552">ἄλλοτε μέν θʼ ὕει ποτὶ ἕσπερον, ἄλλοτʼ ἄησι</l><l n="553">πυκνὰ Θρηικίου Βορέου νέφεα κλονέοντος.</l><l n="554">τὸν φθάμενος ἔργον τελέσας οἶκόνδε νέεσθαι,</l><l n="555">μή ποτέ σʼ οὐρανόθεν σκοτόεν νέφος ἀμφικαλύψῃ,</l><l n="556">χρῶτα δὲ μυδαλέον θήῃ κατά θʼ εἵματα δεύσῃ.</l><l n="557">ἀλλʼ ὑπαλεύασθαι· μεὶς γὰρ χαλεπώτατος οὗτος,</l><l n="558">χειμέριος, χαλεπὸς προβάτοις, χαλεπὸς δʼ ἀνθρώποις.</l><l n="559">τῆμος τὤμισυ βουσίν, ἐπʼ ἀνέρι δὲ πλέον εἴη</l><l n="560">ἁρμαλιῆς· μακραὶ γὰρ ἐπίρροθοι εὐφρόναι εἰσίν.</l><l n="561">ταῦτα φυλασσόμενος τετελεσμένον εἰς ἐνιαυτὸν</l><l n="562">ἰσοῦσθαι νύκτας τε καὶ ἤματα, εἰσόκεν αὖτις</l><l n="563">γῆ πάντων μήτηρ καρπὸν σύμμικτον ἐνείκῃ.</l><l n="564"><milestone ed="P" unit="para"/>εὖτʼ ἂν δʼ ἑξήκοντα μετὰ τροπὰς ἠελίοιο</l><l n="565">χειμέριʼ ἐκτελέσῃ Ζεὺς ἤματα, δή ῥα τότʼ ἀστὴρ</l><l n="566">Ἀρκτοῦρος προλιπὼν ἱερὸν ῥόον Ὠκεανοῖο</l><l n="567">πρῶτον παμφαίνων ἐπιτέλλεται ἀκροκνέφαιος.</l></div></body></text></TEI>