<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="508">ἐμπνεύσας ὤρινε· μέμυκε δὲ γαῖα καὶ ὕλη·</l><l n="509">πολλὰς δὲ δρῦς ὑψικόμους ἐλάτας τε παχείας</l><l n="510">οὔρεος ἐν βήσσῃς πιλνᾷ χθονὶ πουλυβοτείρῃ</l><l n="511">ἐμπίπτων, καὶ πᾶσα βοᾷ τότε νήριτος ὕλη.</l><l n="512">θῆρες δὲ φρίσσουσʼ, οὐρὰς δʼ ὑπὸ μέζεʼ ἔθεντο,</l><l n="513">τῶν καὶ λάχνῃ δέρμα κατάσκιον· ἀλλά νυ καὶ τῶν</l><l n="514">ψυχρὸς ἐὼν διάησι δασυστέρνων περ ἐόντων.</l><l n="515">καί τε διὰ ῥινοῦ βοὸς ἔρχεται, οὐδέ μιν ἴσχει·</l><l n="516">καί τε διʼ αἶγα ἄησι τανύτριχα· πώεα δʼ οὔ τι,</l><l n="517">οὕνεκʼ ἐπηεταναὶ τρίχες αὐτῶν, οὐ διάησιν</l><l n="518">ἲς ἀνέμου Βορέου· τροχαλὸν δὲ γέροντα τίθησιν.</l><l n="519">καὶ διὰ παρθενικῆς ἁπαλόχροος οὐ διάησιν,</l><l n="520">ἥτε δόμων ἔντοσθε φίλῃ παρὰ μητέρι μίμνει</l><l n="521">οὔ πω ἔργα ἰδυῖα πολυχρύσου Ἀφροδίτης·</l><l n="522">εὖ τε λοεσσαμένη τέρενα χρόα καὶ λίπʼ ἐλαίῳ</l><l n="523">χρισαμένη μυχίη καταλέξεται ἔνδοθι οἴκου</l><l n="524">ἤματι χειμερίῳ, ὅτʼ ἀνόστεος ὃν πόδα τένδει</l><l n="525">ἔν τʼ ἀπύρῳ οἴκῳ καὶ ἤθεσι λευγαλέοισιν.</l><l n="526">οὐδέ οἱ ἠέλιος δείκνυ νομὸν ὁρμηθῆναι·</l><l n="527">ἀλλʼ ἐπὶ κυανέων ἀνδρῶν δῆμόν τε πόλιν τε</l><l n="528">στρωφᾶται, βράδιον δὲ Πανελλήνεσσι φαείνει.</l><l n="529">καὶ τότε δὴ κεραοὶ καὶ νήκεροι ὑληκοῖται</l><l n="530">λυγρὸν μυλιόωντες ἀνὰ δρία βησσήεντα</l><l n="531">φεύγουσιν· καὶ πᾶσιν ἐνὶ φρεσὶ τοῦτο μέμηλεν,</l><l n="532">ὡς σκέπα μαιόμενοι πυκινοὺς κευθμῶνας ἔχωσι</l><l n="533">καὶ γλάφυ πετρῆεν· τότε δὴ τρίποδι βροτῷ ἶσοι,</l><l n="534">οὗ τʼ ἐπὶ νῶτα ἔαγε, κάρη δʼ εἰς οὖδας ὁρᾶται,</l><l n="535">τῷ ἴκελοι φοιτῶσιν, ἀλευόμενοι νίφα λευκήν.</l><milestone n="536" ed="p" unit="card"/><l n="536"><milestone ed="P" unit="para"/>καὶ τότε ἕσσασθαι ἔρυμα χροός, ὥς σε κελεύω,</l><l n="537">χλαῖνάν τε μαλακὴν καὶ τερμιόεντα χιτῶνα·</l></div></body></text></TEI>