<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="478">αὐγάσεαι· σέο δʼ ἄλλος ἀνὴρ κεχρημένος ἔσται.</l><milestone n="479" ed="p" unit="card"/><l n="479" style="speech"><milestone ed="P" unit="para"/>εἰ δέ κεν ἠελίοιο τροπῇς ἀρόῳς χθόνα δῖαν,</l><l n="480" style="speech">ἥμενος ἀμήσεις ὀλίγον περὶ χειρὸς ἐέργων,</l><l n="481" style="speech">ἀντία δεσμεύων κεκονιμένος, οὐ μάλα χαίρων,</l><l n="482" style="speech">οἴσεις δʼ ἐν φορμῷ· παῦροι δέ σε θηήσονται.</l><l n="483">ἄλλοτε δʼ ἀλλοῖος Ζηνὸς νόος αἰγιόχοιο,</l><l n="484">ἀργαλέος δʼ ἄνδρεσσι καταθνητοῖσι νοῆσαι.</l><l n="485">εἰ δέ κεν ὄψʼ ἀρόσῃς, τόδε κέν τοι φάρμακον εἴη·</l><l n="486">ἦμος κόκκυξ κοκκύζει δρυὸς ἐν πετάλοισι</l><l n="487">τὸ πρῶτον, τέρπει δὲ βροτοὺς ἐπʼ ἀπείρονα γαῖαν,</l><l n="488">τῆμος Ζεὺς ὕοι τρίτῳ ἤματι μηδʼ ἀπολήγοι,</l><l n="489">μήτʼ ἄρʼ ὑπερβάλλων βοὸς ὁπλὴν μήτʼ ἀπολείπων·</l><l n="490">οὕτω κʼ ὀψαρότης πρῳηρότῃ ἰσοφαρίζοι.</l><l n="491">ἐν θυμῷ δʼ εὖ πάντα φυλάσσεο· μηδέ σε λήθοι</l><l n="492">μήτʼ ἔαρ γιγνόμενον πολιὸν μήθʼ ὥριος ὄμβρος.</l><l n="493"><milestone ed="P" unit="para"/>πὰρ δʼ ἴθι χάλκειον θῶκον καὶ ἐπαλέα λέσχην</l><l n="494">ὥρῃ χειμερίῃ, ὁπότε κρύος ἀνέρα ἔργων</l><l n="495">ἰσχάνει, ἔνθα κʼ ἄοκνος ἀνὴρ μέγα οἶκον ὀφέλλοι,</l><l n="496">μή σε κακοῦ χειμῶνος ἀμηχανίη καταμάρψῃ</l><l n="497">σὺν πενίῃ, λεπτῇ δὲ παχὺν πόδα χειρὶ πιέζῃς.</l><l n="498">πολλὰ δʼ ἀεργὸς ἀνήρ, κενεὴν ἐπὶ ἐλπίδα μίμνων,</l><l n="499">χρηίζων βιότοιο, κακὰ προσελέξατο θυμῷ.</l><l n="500">ἐλπὶς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,</l><l n="501">ἥμενον ἐν λέσχῃ, τῷ μὴ βίος ἄρκιος εἴη.</l><l n="502"><milestone ed="P" unit="para"/>δείκνυε δὲ δμώεσσι θέρευς ἔτι μέσσου ἐόντος·</l><l n="503">οὐκ αἰεὶ θέρος ἐσσεῖται, ποιεῖσθε καλιάς.</l><milestone n="504" ed="p" unit="card"/><l n="504"><milestone ed="P" unit="para"/>μῆνα δὲ Ληναιῶνα, κάκʼ ἤματα, βουδόρα πάντα,</l><l n="505">τοῦτον ἀλεύασθαι, καὶ πηγάδας, αἵτʼ ἐπὶ γαῖαν</l><l n="506">πνεύσαντος Βορέαο δυσηλεγέες τελέθουσιν,</l><l n="507">ὅστε διὰ Θρῄκης ἱπποτρόφου εὐρέι πόντῳ</l></div></body></text></TEI>