<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="448"><milestone ed="P" unit="para"/>φράζεσθαι δʼ, εὖτʼ ἂν γεράνου φωνὴν ἐπακούσῃς</l><l n="449">ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης·</l><l n="450">ἥτʼ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην</l><l n="451">δεικνύει ὀμβρηροῦ· κραδίην δʼ ἔδακʼ ἀνδρὸς ἀβούτεω·</l><l n="452">δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας·</l><l n="453">ῥηίδιον γὰρ ἔπος εἰπεῖν· βόε δὸς καὶ ἄμαξαν·</l><l n="454">ῥηίδιον δʼ ἀπανήνασθαι· πάρα ἔργα βόεσσιν.</l><l n="455">φησὶ δʼ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν,</l><l n="456">νήπιος, οὐδὲ τὸ οἶδʼ· ἑκατὸν δέ τε δούρατʼ ἀμάξης,</l><l n="457">τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι.</l><l n="458"><milestone ed="P" unit="para"/>εὖτʼ ἂν δὲ πρώτιστʼ ἄροτος θνητοῖσι φανείῃ,</l><l n="459">δὴ τότʼ ἐφορμηθῆναι ὁμῶς δμῶές τε καὶ αὐτὸς</l><l n="460">αὔην καὶ διερὴν ἀρόων ἀρότοιο καθʼ ὥρην,</l><l n="461">πρωὶ μάλα σπεύδων, ἵνα τοι πλήθωσιν ἄρουραι.</l><l n="462">ἦρι πολεῖν· θέρεος δὲ νεωμένη οὔ σʼ ἀπατήσει.</l><l n="463">νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν·</l><l n="464">νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα.</l><l n="465"><milestone ed="P" unit="para"/>εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θʼ ἁγνῇ,</l><l n="466">ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν,</l><l n="467">ἀρχόμενος τὰ πρῶτʼ ἀρότου, ὅτʼ ἂν ἄκρον ἐχέτλης</l><l n="468">χειρὶ λαβὼν ὅρπηκα βοῶν ἐπὶ νῶτον ἵκηαι</l><l n="469">ἔνδρυον ἑλκόντων μεσάβων. ὁ δὲ τυτθὸς ὄπισθε</l><l n="470">δμῷος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείη</l><l n="471">σπέρμα κατακρύπτων· ἐυθημοσύνη γὰρ ἀρίστη</l><l n="472">θνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη.</l><l n="473">ὧδέ κεν ἀδροσύνῃ στάχυες νεύοιεν ἔραζε,</l><l n="474">εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι,</l><l n="475">ἐκ δʼ ἀγγέων ἐλάσειας ἀράχνια· καί σε ἔολπα</l><l n="476">γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος.</l><l n="477">εὐοχθέων δʼ ἵξεαι πολιὸν ἔαρ, οὐδὲ πρὸς ἄλλους</l></div></body></text></TEI>