φράζεσθαι δʼ, εὖτʼ ἂν γεράνου φωνὴν ἐπακούσῃς ὑψόθεν ἐκ νεφέων ἐνιαύσια κεκληγυίης· ἥτʼ ἀρότοιό τε σῆμα φέρει καὶ χείματος ὥρην δεικνύει ὀμβρηροῦ· κραδίην δʼ ἔδακʼ ἀνδρὸς ἀβούτεω· δὴ τότε χορτάζειν ἕλικας βόας ἔνδον ἐόντας· ῥηίδιον γὰρ ἔπος εἰπεῖν· βόε δὸς καὶ ἄμαξαν· ῥηίδιον δʼ ἀπανήνασθαι· πάρα ἔργα βόεσσιν. φησὶ δʼ ἀνὴρ φρένας ἀφνειὸς πήξασθαι ἄμαξαν, νήπιος, οὐδὲ τὸ οἶδʼ· ἑκατὸν δέ τε δούρατʼ ἀμάξης, τῶν πρόσθεν μελέτην ἐχέμεν οἰκήια θέσθαι. εὖτʼ ἂν δὲ πρώτιστʼ ἄροτος θνητοῖσι φανείῃ, δὴ τότʼ ἐφορμηθῆναι ὁμῶς δμῶές τε καὶ αὐτὸς αὔην καὶ διερὴν ἀρόων ἀρότοιο καθʼ ὥρην, πρωὶ μάλα σπεύδων, ἵνα τοι πλήθωσιν ἄρουραι. ἦρι πολεῖν· θέρεος δὲ νεωμένη οὔ σʼ ἀπατήσει. νειὸν δὲ σπείρειν ἔτι κουφίζουσαν ἄρουραν· νειὸς ἀλεξιάρη παίδων εὐκηλήτειρα. εὔχεσθαι δὲ Διὶ χθονίῳ Δημήτερί θʼ ἁγνῇ, ἐκτελέα βρίθειν Δημήτερος ἱερὸν ἀκτήν, ἀρχόμενος τὰ πρῶτʼ ἀρότου, ὅτʼ ἂν ἄκρον ἐχέτλης χειρὶ λαβὼν ὅρπηκα βοῶν ἐπὶ νῶτον ἵκηαι ἔνδρυον ἑλκόντων μεσάβων. ὁ δὲ τυτθὸς ὄπισθε δμῷος ἔχων μακέλην πόνον ὀρνίθεσσι τιθείη σπέρμα κατακρύπτων· ἐυθημοσύνη γὰρ ἀρίστη θνητοῖς ἀνθρώποις, κακοθημοσύνη δὲ κακίστη. ὧδέ κεν ἀδροσύνῃ στάχυες νεύοιεν ἔραζε, εἰ τέλος αὐτὸς ὄπισθεν Ὀλύμπιος ἐσθλὸν ὀπάζοι, ἐκ δʼ ἀγγέων ἐλάσειας ἀράχνια· καί σε ἔολπα γηθήσειν βιότου αἰρεύμενον ἔνδον ἐόντος. εὐοχθέων δʼ ἵξεαι πολιὸν ἔαρ, οὐδὲ πρὸς ἄλλους