<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="418">βαιὸν ὑπὲρ κεφαλῆς κηριτρεφέων ἀνθρώπων</l><l n="419">ἔρχεται ἠμάτιος, πλεῖον δέ τε νυκτὸς ἐπαυρεῖ·</l><l n="420">τῆμος ἀδηκτοτάτη πέλεται τμηθεῖσα σιδήρῳ</l><l n="421">ὕλη, φύλλα δʼ ἔραζε χέει, πτόρθοιό τε λήγει·</l><l n="422">τῆμος ἄρʼ ὑλοτομεῖν μεμνημένος ὥρια ἔργα.</l><l n="423">ὄλμον μὲν τριπόδην τάμνειν, ὕπερον δὲ τρίπηχυν,</l><l n="424">ἄξονα δʼ ἑπταπόδην· μάλα γάρ νύ τοι ἄρμενον οὕτω·</l><l n="425">εἰ δέ κεν ὀκταπόδην, ἀπὸ καὶ σφῦράν κε τάμοιο.</l><l n="426">τρισπίθαμον δʼ ἄψιν τάμνειν δεκαδώρῳ ἀμάξῃ.</l><l n="427">πόλλʼ ἐπικαμπύλα κᾶλα· φέρειν δὲ γύην, ὅτʼ ἂν εὕρῃς,</l><l n="428">ἐς οἶκον, κατʼ ὄρος διζήμενος ἢ κατʼ ἄρουραν,</l><l n="429">πρίνινον· ὃς γὰρ βουσὶν ἀροῦν ὀχυρώτατός ἐστιν,</l><l n="430">εὖτʼ ἂν Ἀθηναίης δμῷος ἐν ἐλύματι πήξας</l><l n="431">γόμφοισιν πελάσας προσαρήρεται ἱστοβοῆι.</l><l n="432">δοιὰ δὲ θέσθαι ἄροτρα, πονησάμενος κατὰ οἶκον,</l><l n="433">αὐτόγυον καὶ πηκτόν, ἐπεὶ πολὺ λώιον οὕτω·</l><l n="434">εἴ χʼ ἕτερον ἄξαις, ἕτερόν κʼ ἐπὶ βουσὶ βάλοιο.</l><l n="435">δάφνης δʼ ἢ πτελέης ἀκιώτατοι ἱστοβοῆες,</l><l n="436">δρυὸς ἔλυμα, γύης πρίνου· βόε δʼ ἐνναετήρω</l><l n="437">ἄρσενε κεκτῆσθαι, τῶν γὰρ σθένος οὐκ ἀλαπαδνόν,</l><l n="438">ἥβης μέτρον ἔχοντε· τὼ ἐργάζεσθαι ἀρίστω.</l><l n="439">οὐκ ἂν τώ γʼ ἐρίσαντε ἐν αὔλακι κὰμ μὲν ἄροτρον</l><l n="440">ἄξειαν, τὸ δὲ ἔργον ἐτώσιον αὖθι λίποιεν.</l><l n="441">τοῖς δʼ ἅμα τεσσαρακονταετὴς αἰζηὸς ἕποιτο</l><l n="442">ἄρτον δειπνήσας τετράτρυφον, ὀκτάβλωμον,</l><l n="443">ὃς ἔργου μελετῶν ἰθεῖάν κʼ αὔλακʼ ἐλαύνοι,</l><l n="444">μηκέτι παπταίνων μεθʼ ὁμήλικας, ἀλλʼ ἐπὶ ἔργῳ</l><l n="445">θυμὸν ἔχων· τοῦ δʼ οὔτι νεώτερος ἄλλος ἀμείνων</l><l n="446">σπέρματα δάσσασθαι καὶ ἐπισπορίην ἀλέασθαι.</l><l n="447">κουρότερος γὰρ ἀνὴρ μεθʼ ὁμήλικας ἐπτοίηται.</l></div></body></text></TEI>