<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="388">οὗτός τοι πεδίων πέλεται νόμος, οἵ τε θαλάσσης</l><l n="389">ἐγγύθι ναιετάουσʼ, οἵ τʼ ἄγκεα βησσήεντα,</l><l n="390">πόντου κυμαίνοντος ἀπόπροθι, πίονα χῶρον</l><l n="391">ναίουσιν· γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν,</l><l n="392">γυμνὸν δʼ ἀμάειν, εἴ χʼ ὥρια πάντʼ ἐθέλῃσθα</l><l n="393">ἔργα κομίζεσθαι Δημήτερος· ὥς τοι ἕκαστα</l><l n="394">ὥριʼ ἀέξηται, μή πως τὰ μέταζε χατίζων</l><l n="395">πτώσσῃς ἀλλοτρίους οἴκους καὶ μηδὲν ἀνύσσῃς.</l><l n="396">ὡς καὶ νῦν ἐπʼ ἔμʼ ἦλθες· ἐγὼ δέ τοι οὐκ ἐπιδώσω</l><l n="397">οὐδʼ ἐπιμετρήσω· ἐργάζευ, νήπιε Πέρση,</l><l n="398">ἔργα, τά τʼ ἀνθρώποισι θεοὶ διετεκμήραντο,</l><l n="399">μή ποτε σὺν παίδεσσι γυναικί τε θυμὸν ἀχεύων</l><l n="400">ζητεύῃς βίοτον κατὰ γείτονας, οἳ δʼ ἀμελῶσιν.</l><l n="401">δὶς μὲν γὰρ καὶ τρὶς τάχα τεύξεαι· ἢν δʼ ἔτι λυπῇς,</l><l n="402">χρῆμα μὲν οὐ πρήξεις, σὺ δʼ ἐτώσια πόλλʼ ἀγορεύσεις·</l><l n="403">ἀχρεῖος δʼ ἔσται ἐπέων νομός. ἀλλά σʼ ἄνωγα</l><l n="404">φράζεσθαι χρειῶν τε λύσιν λιμοῦ τʼ ἀλεωρήν.</l><milestone n="405" ed="p" unit="card"/><l n="405"><milestone ed="P" unit="para"/>οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τʼ ἀροτῆρα,</l><l n="406">κτητήν, οὐ γαμετήν, ἥτις καὶ βουσὶν ἕποιτο,</l><l n="407">χρήματα δʼ ἐν οἴκῳ πάντʼ ἄρμενα ποιήσασθαι,</l><l n="408">μὴ σὺ μὲν αἰτῇς ἄλλον, ὃ δʼ ἀρνῆται, σὺ δὲ τητᾷ,</l><l n="409">ἡ δʼ ὥρη παραμείβηται, μινύθῃ δὲ τὸ ἔργον.</l><l n="410">μηδʼ ἀναβάλλεσθαι ἔς τʼ αὔριον ἔς τε ἔνηφιν·</l><l n="411">οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιὴν</l><l n="412">οὐδʼ ἀναβαλλόμενος· μελέτη δὲ τὸ ἔργον ὀφέλλει·</l><l n="413">αἰεὶ δʼ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει.</l><l n="414"><milestone ed="P" unit="para"/>ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο</l><l n="415">καύματος ἰδαλίμου, μετοπωρινὸν ὀμβρήσαντος</l><l n="416">Ζηνὸς ἐρισθενέος, μετὰ δὲ τρέπεται βρότεος χρὼς</l><l n="417">πολλὸν ἐλαφρότερος· δὴ γὰρ τότε Σείριος ἀστὴρ</l></div></body></text></TEI>