οὗτός τοι πεδίων πέλεται νόμος, οἵ τε θαλάσσης ἐγγύθι ναιετάουσʼ, οἵ τʼ ἄγκεα βησσήεντα, πόντου κυμαίνοντος ἀπόπροθι, πίονα χῶρον ναίουσιν· γυμνὸν σπείρειν, γυμνὸν δὲ βοωτεῖν, γυμνὸν δʼ ἀμάειν, εἴ χʼ ὥρια πάντʼ ἐθέλῃσθα ἔργα κομίζεσθαι Δημήτερος· ὥς τοι ἕκαστα ὥριʼ ἀέξηται, μή πως τὰ μέταζε χατίζων πτώσσῃς ἀλλοτρίους οἴκους καὶ μηδὲν ἀνύσσῃς. ὡς καὶ νῦν ἐπʼ ἔμʼ ἦλθες· ἐγὼ δέ τοι οὐκ ἐπιδώσω οὐδʼ ἐπιμετρήσω· ἐργάζευ, νήπιε Πέρση, ἔργα, τά τʼ ἀνθρώποισι θεοὶ διετεκμήραντο, μή ποτε σὺν παίδεσσι γυναικί τε θυμὸν ἀχεύων ζητεύῃς βίοτον κατὰ γείτονας, οἳ δʼ ἀμελῶσιν. δὶς μὲν γὰρ καὶ τρὶς τάχα τεύξεαι· ἢν δʼ ἔτι λυπῇς, χρῆμα μὲν οὐ πρήξεις, σὺ δʼ ἐτώσια πόλλʼ ἀγορεύσεις· ἀχρεῖος δʼ ἔσται ἐπέων νομός. ἀλλά σʼ ἄνωγα φράζεσθαι χρειῶν τε λύσιν λιμοῦ τʼ ἀλεωρήν. οἶκον μὲν πρώτιστα γυναῖκά τε βοῦν τʼ ἀροτῆρα, κτητήν, οὐ γαμετήν, ἥτις καὶ βουσὶν ἕποιτο, χρήματα δʼ ἐν οἴκῳ πάντʼ ἄρμενα ποιήσασθαι, μὴ σὺ μὲν αἰτῇς ἄλλον, ὃ δʼ ἀρνῆται, σὺ δὲ τητᾷ, ἡ δʼ ὥρη παραμείβηται, μινύθῃ δὲ τὸ ἔργον. μηδʼ ἀναβάλλεσθαι ἔς τʼ αὔριον ἔς τε ἔνηφιν· οὐ γὰρ ἐτωσιοεργὸς ἀνὴρ πίμπλησι καλιὴν οὐδʼ ἀναβαλλόμενος· μελέτη δὲ τὸ ἔργον ὀφέλλει· αἰεὶ δʼ ἀμβολιεργὸς ἀνὴρ ἄτῃσι παλαίει. ἦμος δὴ λήγει μένος ὀξέος ἠελίοιο καύματος ἰδαλίμου, μετοπωρινὸν ὀμβρήσαντος Ζηνὸς ἐρισθενέος, μετὰ δὲ τρέπεται βρότεος χρὼς πολλὸν ἐλαφρότερος· δὴ γὰρ τότε Σείριος ἀστὴρ