<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="358">χαίρει τῷ δώρῳ καὶ τέρπεται ὃν κατὰ θυμόν·</l><l n="359">ὃς δέ κεν αὐτὸς ἕληται ἀναιδείηφι πιθήσας,</l><l n="360">καί τε σμικρὸν ἐόν, τό γʼ ἐπάχνωσεν φίλον ἦτορ.</l><l n="363">ὃς δʼ ἐπʼ ἐόντι φέρει, ὃ δʼ ἀλέξεται αἴθοπα λιμόν·</l><l n="361">εἰ γάρ κεν καὶ σμικρὸν ἐπὶ σμικρῷ καταθεῖο</l><l n="362">καὶ θαμὰ τοῦτʼ ἔρδοις, τάχα κεν μέγα καὶ τὸ γένοιτο.</l><l n="364">οὐδὲ τό γʼ ἐν οἴκῳ κατακείμενον ἀνέρα κήδει.</l><l n="365">οἴκοι βέλτερον εἶναι, ἐπεὶ βλαβερὸν τὸ θύρηφιν.</l><l n="366">ἐσθλὸν μὲν παρεόντος ἑλέσθαι, πῆμα δὲ θυμῷ</l><l n="367">χρηίζειν ἀπεόντος, ἅ σε φράζεσθαι ἄνωγα.</l><l n="368">ἀρχομένου δὲ πίθου καὶ λήγοντος κορέσασθαι,</l><l n="369">μεσσόθι φείδεσθαι· δειλὴ δʼ ἐνὶ πυθμένι φειδώ.</l><milestone n="370" ed="p" unit="card"/><l n="370"><milestone ed="P" unit="para"/>μισθὸς δʼ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω.</l><l n="371">καί τε κασιγνήτῳ γελάσας ἐπὶ μάρτυρα θέσθαι.</l><l n="372">πίστεις γάρ τοι ὁμῶς καὶ ἀπιστίαι ὤλεσαν ἄνδρας.</l><l n="373"><milestone ed="P" unit="para"/>μὴ δὲ γυνή σε νόον πυγοστόλος ἐξαπατάτω</l><l n="374">αἱμύλα κωτίλλουσα, τεὴν διφῶσα καλιήν.</l><l n="375">ὃς δὲ γυναικὶ πέποιθε, πέποιθʼ ὅ γε φηλήτῃσιν.</l><l n="376"><milestone ed="P" unit="para"/>μουνογενὴς δὲ πάις εἴη πατρώιον οἶκον</l><l n="377">φερβέμεν ὣς γὰρ πλοῦτος ἀέξεται ἐν μεγάροισιν.</l><l n="378">γηραιὸς δὲ θάνοις ἕτερον παῖδʼ ἐγκαταλείπων.</l><l n="379">ῥεῖα δέ κεν πλεόνεσσι πόροι Ζεὺς ἄσπετον ὄλβον.</l><l n="380">πλείων μὲν πλεόνων μελέτη, μείζων δʼ ἐπιθήκη.</l><l n="381"><milestone ed="P" unit="para"/>σοὶ δʼ εἰ πλούτου θυμὸς ἐέλδεται ἐν φρεσὶν ᾗσιν,</l><l n="382">ὧδʼ ἔρδειν, καὶ ἔργον ἐπʼ ἔργῳ ἐργάζεσθαι.</l><l n="383"><milestone ed="P" unit="para"/>πληιάδων Ἀτλαγενέων ἐπιτελλομενάων</l><l n="384">ἄρχεσθʼ ἀμήτου, ἀρότοιο δὲ δυσομενάων.</l><l n="385">αἳ δή τοι νύκτας τε καὶ ἤματα τεσσαράκοντα</l><l n="386">κεκρύφαται, αὖτις δὲ περιπλομένου ἐνιαυτοῦ</l><l n="387">φαίνονται τὰ πρῶτα χαρασσομένοιο σιδήρου.</l></div></body></text></TEI>