ὅς τε κασιγνήτοιο ἑοῦ ἀνὰ δέμνια βαίνῃ κρυπταδίης εὐνῆς ἀλόχου, παρακαίρια ῥέζων, ὅς τέ τευ ἀφραδίῃς ἀλιταίνεται ὀρφανὰ τέκνα, ὅς τε γονῆα γέροντα κακῷ ἐπὶ γήραος οὐδῷ νεικείῃ χαλεποῖσι καθαπτόμενος ἐπέεσσιν· τῷ δʼ ἦ τοι Ζεὺς αὐτὸς ἀγαίεται, ἐς δὲ τελευτὴν ἔργων ἀντʼ ἀδίκων χαλεπὴν ἐπέθηκεν ἀμοιβήν. ἀλλὰ σὺ τῶν μὲν πάμπαν ἔεργʼ ἀεσίφρονα θυμόν. κὰδ δύναμιν δʼ ἔρδειν ἱέρʼ ἀθανάτοισι θεοῖσιν ἁγνῶς καὶ καθαρῶς, ἐπὶ δʼ ἀγλαὰ μηρία καίειν· ἄλλοτε δὲ σπονδῇσι θύεσσί τε ἱλάσκεσθαι, ἠμὲν ὅτʼ εὐνάζῃ καὶ ὅτʼ ἂν φάος ἱερὸν ἔλθῃ, ὥς κέ τοι ἵλαον κραδίην καὶ θυμὸν ἔχωσιν, ὄφρʼ ἄλλων ὠνῇ κλῆρον, μὴ τὸν τεὸν ἄλλος. τὸν φιλέοντʼ ἐπὶ δαῖτα καλεῖν, τὸν δʼ ἐχθρὸν ἐᾶσαι· τὸν δὲ μάλιστα καλεῖν, ὅς τις σέθεν ἐγγύθι ναίει· εἰ γάρ τοι καὶ χρῆμʼ ἐγχώριον ἄλλο γένηται, γείτονες ἄζωστοι ἔκιον, ζώσαντο δὲ πηοί. πῆμα κακὸς γείτων, ὅσσον τʼ ἀγαθὸς μέγʼ ὄνειαρ. ἔμμορέ τοι τιμῆς, ὅς τʼ ἔμμορε γείτονος ἐσθλοῦ. οὐδʼ ἂν βοῦς ἀπόλοιτʼ, εἰ μὴ γείτων κακὸς εἴη. εὖ μὲν μετρεῖσθαι παρὰ γείτονος, εὖ δʼ ἀποδοῦναι, αὐτῷ τῷ μέτρῳ, καὶ λώιον, αἴ κε δύνηαι, ὡς ἂν χρηίζων καὶ ἐς ὕστερον ἄρκιον εὕρῃς. μὴ κακὰ κερδαίνειν· κακὰ κέρδεα ἶσʼ ἀάτῃσιν. τὸν φιλέοντα φιλεῖν, καὶ τῷ προσιόντι προσεῖναι. καὶ δόμεν, ὅς κεν δῷ, καὶ μὴ δόμεν, ὅς κεν μὴ δῷ. δώτῃ μέν τις ἔδωκεν, ἀδώτῃ δʼ οὔτις ἔδωκεν. δὼς ἀγαθή, ἅρπαξ δὲ κακή, θανάτοιο δότειρα. ὃς μὲν γάρ κεν ἀνὴρ ἐθέλων, ὅ γε, κεἰ μέγα δοίη,