<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="31">ᾧτινι μὴ βίος ἔνδον ἐπηετανὸς κατάκειται</l><l n="32">ὡραῖος, τὸν γαῖα φέρει, Δημήτερος ἀκτήν.</l><l n="33">τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις</l><l n="34">κτήμασʼ ἐπʼ ἀλλοτρίοις· σοὶ δʼ οὐκέτι δεύτερον ἔσται</l><l n="35">ὧδʼ ἔρδειν· ἀλλʼ αὖθι διακρινώμεθα νεῖκος</l><l n="36">ἰθείῃσι δίκῃς, αἵ τʼ ἐκ Διός εἰσιν ἄρισται.</l><l n="37">ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθʼ, ἀλλὰ τὰ πολλὰ</l><l n="38">ἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας</l><l n="39">δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δίκασσαι.</l><l n="40">νήπιοι, οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς</l><l n="41">οὐδʼ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρ.</l><milestone n="42" ed="p" unit="card"/><l n="42"><milestone ed="P" unit="para"/>κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν·</l><l n="43">ῥηιδίως γάρ κεν καὶ ἐπʼ ἤματι ἐργάσσαιο,</l><l n="44">ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα·</l><l n="45">αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο,</l><l n="46">ἔργα βοῶν δʼ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν.</l><l n="47">ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶν ᾗσιν,</l><l n="48">ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης·</l><l n="49">τοὔνεκʼ ἄρʼ ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά.</l><l n="50">κρύψε δὲ πῦρ· τὸ μὲν αὖτις ἐὺς πάις Ἰαπετοῖο</l><l n="51">ἔκλεψʼ ἀνθρώποισι Διὸς πάρα μητιόεντος</l><l n="52">ἐν κοῒλῳ νάρθηκι λαθὼν Δία τερπικέραυνον.</l><l n="53">τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζευς·</l><l n="54" style="speech"><milestone ed="P" unit="para"/>Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς,</l><l n="55" style="speech">χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας,</l><l n="56" style="speech">σοί τʼ αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισιν.</l><l n="57" style="speech">τοῖς δʼ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες</l><l n="58" style="speech">τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες.</l><milestone n="59" ed="p" unit="card"/><l n="59"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ· ἐκ δʼ ἐγέλασσε πατὴρ ἀνδρῶν τε θεῶν τε.</l><l n="60">Ἥφαιστον δʼ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα</l></div></body></text></TEI>