ᾧτινι μὴ βίος ἔνδον ἐπηετανὸς κατάκειται ὡραῖος, τὸν γαῖα φέρει, Δημήτερος ἀκτήν. τοῦ κε κορεσσάμενος νείκεα καὶ δῆριν ὀφέλλοις κτήμασʼ ἐπʼ ἀλλοτρίοις· σοὶ δʼ οὐκέτι δεύτερον ἔσται ὧδʼ ἔρδειν· ἀλλʼ αὖθι διακρινώμεθα νεῖκος ἰθείῃσι δίκῃς, αἵ τʼ ἐκ Διός εἰσιν ἄρισται. ἤδη μὲν γὰρ κλῆρον ἐδασσάμεθʼ, ἀλλὰ τὰ πολλὰ ἁρπάζων ἐφόρεις μέγα κυδαίνων βασιλῆας δωροφάγους, οἳ τήνδε δίκην ἐθέλουσι δίκασσαι. νήπιοι, οὐδὲ ἴσασιν ὅσῳ πλέον ἥμισυ παντὸς οὐδʼ ὅσον ἐν μαλάχῃ τε καὶ ἀσφοδέλῳ μέγʼ ὄνειαρ. κρύψαντες γὰρ ἔχουσι θεοὶ βίον ἀνθρώποισιν· ῥηιδίως γάρ κεν καὶ ἐπʼ ἤματι ἐργάσσαιο, ὥστε σε κεἰς ἐνιαυτὸν ἔχειν καὶ ἀεργὸν ἐόντα· αἶψά κε πηδάλιον μὲν ὑπὲρ καπνοῦ καταθεῖο, ἔργα βοῶν δʼ ἀπόλοιτο καὶ ἡμιόνων ταλαεργῶν. ἀλλὰ Ζεὺς ἔκρυψε χολωσάμενος φρεσὶν ᾗσιν, ὅττι μιν ἐξαπάτησε Προμηθεὺς ἀγκυλομήτης· τοὔνεκʼ ἄρʼ ἀνθρώποισιν ἐμήσατο κήδεα λυγρά. κρύψε δὲ πῦρ· τὸ μὲν αὖτις ἐὺς πάις Ἰαπετοῖο ἔκλεψʼ ἀνθρώποισι Διὸς πάρα μητιόεντος ἐν κοῒλῳ νάρθηκι λαθὼν Δία τερπικέραυνον. τὸν δὲ χολωσάμενος προσέφη νεφεληγερέτα Ζευς· Ἰαπετιονίδη, πάντων πέρι μήδεα εἰδώς, χαίρεις πῦρ κλέψας καὶ ἐμὰς φρένας ἠπεροπεύσας, σοί τʼ αὐτῷ μέγα πῆμα καὶ ἀνδράσιν ἐσσομένοισιν. τοῖς δʼ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες τέρπωνται κατὰ θυμὸν ἑὸν κακὸν ἀμφαγαπῶντες. ὣς ἔφατʼ· ἐκ δʼ ἐγέλασσε πατὴρ ἀνδρῶν τε θεῶν τε. Ἥφαιστον δʼ ἐκέλευσε περικλυτὸν ὅττι τάχιστα