<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="297">ἐν θυμῷ βάλληται, ὃ δʼ αὖτʼ ἀχρήιος ἀνήρ.</l><l n="298">ἀλλὰ σύ γʼ ἡμετέρης μεμνημένος αἰὲν ἐφετμῆς</l><l n="299">ἐργάζευ, Πέρση, δῖον γένος, ὄφρα σε λιμὸς</l><l n="300">ἐχθαίρῃ, φιλέῃ δέ σʼ ἐυστέφανος Δημήτηρ</l><l n="301">αἰδοίη, βιότου δὲ τεὴν πιμπλῇσι καλιήν·</l><l n="302">λιμὸς γάρ τοι πάμπαν ἀεργῷ σύμφορος ἀνδρί.</l><l n="303">τῷ δὲ θεοὶ νεμεσῶσι καὶ ἀνέρες, ὅς κεν ἀεργὸς</l><l n="304">ζώῃ, κηφήνεσσι κοθούροις εἴκελος ὀργήν,</l><l n="305">οἵ τε μελισσάων κάματον τρύχουσιν ἀεργοὶ</l><l n="306">ἔσθοντες· σοὶ δʼ ἔργα φίλʼ ἔστω μέτρια κοσμεῖν,</l><l n="307">ὥς κέ τοι ὡραίου βιότου πλήθωσι καλιαί.</l><l n="308">ἐξ ἔργων δʼ ἄνδρες πολύμηλοί τʼ ἀφνειοί τε·</l><l n="309">καὶ ἐργαζόμενοι πολὺ φίλτεροι ἀθανάτοισιν.</l><l n="311">ἔργον δʼ οὐδὲν ὄνειδος, ἀεργίη δέ τʼ ὄνειδος.</l><l n="312">εἰ δέ κε ἐργάζῃ, τάχα σε ζηλώσει ἀεργὸς</l><l n="313">πλουτεῦντα· πλούτῳ δʼ ἀρετὴ καὶ κῦδος ὀπηδεῖ.</l><l n="314">δαίμονι δʼ οἷος ἔησθα, τὸ ἐργάζεσθαι ἄμεινον,</l><l n="315">εἴ κεν ἀπʼ ἀλλοτρίων κτεάνων ἀεσίφρονα θυμὸν</l><l n="316">εἰς ἔργον τρέψας μελετᾷς βίου, ὥς σε κελεύω.</l><l n="317">αἰδὼς δʼ οὐκ ἀγαθὴ κεχρημένον ἄνδρα κομίζει,</l><l n="318">αἰδώς, ἥ τʼ ἄνδρας μέγα σίνεται ἠδʼ ὀνίνησιν.</l><l n="319">αἰδώς τοι πρὸς ἀνολβίῃ, θάρσος δὲ πρὸς ὄλβῳ.</l><milestone n="320" ed="p" unit="card"/><l n="320"><milestone ed="P" unit="para"/>χρήματα δʼ οὐχ ἁρπακτά, θεόσδοτα πολλὸν ἀμείνω.</l><l n="321">εἰ γάρ τις καὶ χερσὶ βίῃ μέγαν ὄλβον ἕληται,</l><l n="322">ἢ ὅ γʼ ἀπὸ γλώσσης ληίσσεται, οἷά τε πολλὰ</l><l n="323">γίγνεται, εὖτʼ ἂν δὴ κέρδος νόον ἐξαπατήσῃ</l><l n="324">ἀνθρώπων, αἰδῶ δέ τʼ ἀναιδείη κατοπάζῃ·</l><l n="325">ῥεῖα δέ μιν μαυροῦσι θεοί, μινύθουσι δὲ οἶκον</l><l n="326">ἀνέρι τῷ, παῦρον δέ τʼ ἐπὶ χρόνον ὄλβος ὀπηδεῖ.</l><l n="327">ἶσον δʼ ὅς θʼ ἱκέτην ὅς τε ξεῖνον κακὸν ἔρξῃ,</l></div></body></text></TEI>