<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="267"><milestone ed="P" unit="para"/>πάντα ἰδὼν Διὸς ὀφθαλμὸς καὶ πάντα νοήσας</l><l n="268">καί νυ τάδʼ, αἴ κʼ ἐθέλῃσʼ, ἐπιδέρκεται, οὐδέ ἑ λήθει,</l><l n="269">οἵην δὴ καὶ τήνδε δίκην πόλις ἐντὸς ἐέργει.</l><l n="270">νῦν δὴ ἐγὼ μήτʼ αὐτὸς ἐν ἀνθρώποισι δίκαιος</l><l n="271">εἴην μήτʼ ἐμὸς υἱός· ἐπεὶ κακὸν ἄνδρα δίκαιον</l><l n="272">ἔμμεναι, εἰ μείζω γε δίκην ἀδικώτερος ἕξει·</l><l n="273">ἀλλὰ τά γʼ οὔ πω ἔολπα τελεῖν Δία μητιόεντα.</l><milestone n="274" ed="p" unit="card"/><l n="274" style="speech"><milestone ed="P" unit="para"/>ὦ Πέρση, σὺ δὲ ταῦτα μετὰ φρεσὶ βάλλεο σῇσι,</l><l n="275" style="speech">καὶ νυ δίκης ἐπάκουε, βίης δʼ ἐπιλήθεο πάμπαν.</l><l n="276">τόνδε γὰρ ἀνθρώποισι νόμον διέταξε Κρονίων</l><l n="277">ἰχθύσι μὲν καὶ θηρσὶ καὶ οἰωνοῖς πετεηνοῖς</l><l n="278">ἐσθέμεν ἀλλήλους, ἐπεὶ οὐ δίκη ἐστὶ μετʼ αὐτοῖς·</l><l n="279">ἀνθρώποισι δʼ ἔδωκε δίκην, ἣ πολλὸν ἀρίστη</l><l n="280">γίγνεται· εἰ γάρ τίς κʼ ἐθέλῃ τὰ δίκαιʼ ἀγορεῦσαι</l><l n="281">γιγνώσκων, τῷ μέν τʼ ὄλβον διδοῖ εὐρύοπα Ζεύς·</l><l n="282">ὃς δέ κε μαρτυρίῃσι ἑκὼν ἐπίορκον ὀμόσσας</l><l n="283">ψεύσεται, ἐν δὲ δίκην βλάψας νήκεστον ἀασθῇ,</l><l n="284">τοῦ δέ τʼ ἀμαυροτέρη γενεὴ μετόπισθε λέλειπται·</l><l n="285">ἀνδρὸς δʼ εὐόρκου γενεὴ μετόπισθεν ἀμείνων.</l><l n="286"><milestone ed="P" unit="para"/>σοὶ δʼ ἐγὼ ἐσθλὰ νοέων ἐρέω, μέγα νήπιε Πέρση.</l><l n="287">τὴν μέν τοι κακότητα καὶ ἰλαδὸν ἔστιν ἑλέσθαι</l><l n="288">ῥηιδίως· λείη μὲν ὁδός, μάλα δʼ ἐγγύθι ναίει·</l><l n="289">τῆς δʼ ἀρετῆς ἱδρῶτα θεοὶ προπάροιθεν ἔθηκαν</l><l n="290">ἀθάνατοι· μακρὸς δὲ καὶ ὄρθιος οἶμος ἐς αὐτὴν</l><l n="291">καὶ τρηχὺς τὸ πρῶτον· ἐπὴν δʼ εἰς ἄκρον ἵκηται,</l><l n="292">ῥηιδίη δὴ ἔπειτα πέλει, χαλεπή περ ἐοῦσα.</l><l n="293"><milestone ed="P" unit="para"/>οὗτος μὲν πανάριστος, ὃς αὐτὸς πάντα νοήσῃ</l><l n="294">φρασσάμενος, τά κʼ ἔπειτα καὶ ἐς τέλος ᾖσιν ἀμείνω·</l><l n="295">ἐσθλὸς δʼ αὖ κἀκεῖνος, ὃς εὖ εἰπόντι πίθηται·</l><l n="296">ὃς δέ κε μήτʼ αὐτὸς νοέῃ μήτʼ ἄλλου ἀκούων</l></div></body></text></TEI>