<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="237">νίσσονται, καρπὸν δὲ φέρει ζείδωρος ἄρουρα.</l><milestone n="238" ed="p" unit="card"/><l n="238"><milestone ed="P" unit="para"/>οἷς δʼ ὕβρις τε μέμηλε κακὴ καὶ σχέτλια ἔργα,</l><l n="239">τοῖς δὲ δίκην Κρονίδης τεκμαίρεται εὐρύοπα Ζεύς.</l><l n="240">πολλάκι καὶ ξύμπασα πόλις κακοῦ ἀνδρὸς ἀπηύρα,</l><l n="241">ὅς κεν ἀλιτραίνῃ καὶ ἀτάσθαλα μηχανάαται.</l><l n="242">τοῖσιν δʼ οὐρανόθεν μέγʼ ἐπήγαγε πῆμα Κρονίων</l><l n="243">λιμὸν ὁμοῦ καὶ λοιμόν· ἀποφθινύθουσι δὲ λαοί.</l><l n="244">οὐδὲ γυναῖκες τίκτουσιν, μινύθουσι δὲ οἶκοι</l><l n="245">Ζηνὸς φραδμοσύνῃσιν Ὀλυμπίου· ἄλλοτε δʼ αὖτε</l><l n="246">ἢ τῶν γε στρατὸν εὐρὺν ἀπώλεσεν ἢ ὅ γε τεῖχος</l><l n="247">ἢ νέας ἐν πόντῳ Κρονίδης ἀποαίνυται αὐτῶν.</l><l n="248"><milestone ed="P" unit="para"/>ὦ βασιλῆς, ὑμεῖς δὲ καταφράζεσθε καὶ αὐτοὶ</l><l n="249">τήνδε δίκην· ἐγγὺς γὰρ ἐν ἀνθρώποισιν ἐόντες</l><l n="250">ἀθάνατοι φράζονται, ὅσοι σκολιῇσι δίκῃσιν</l><l n="251">ἀλλήλους τρίβουσι θεῶν ὄπιν οὐκ ἀλέγοντες.</l><l n="252">τρὶς γὰρ μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ</l><l n="253">ἀθάνατοι Ζηνὸς φύλακες θνητῶν ἀνθρώπων·</l><l n="254">οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα</l><l n="255">ἠέρα ἑσσάμενοι, πάντη φοιτῶντες ἐπʼ αἶαν.</l><l n="256">ἡ δέ τε παρθένος ἐστὶ Δίκη, Διὸς ἐκγεγαυῖα,</l><l n="257">κυδρή τʼ αἰδοίη τε θεῶν, οἳ Ὄλυμπον ἔχουσιν.</l><l n="258">καί ῥʼ ὁπότʼ ἄν τίς μιν βλάπτῃ σκολιῶς ὀνοτάζων,</l><l n="259">αὐτίκα πὰρ Διὶ πατρὶ καθεζομένη Κρονίωνι</l><l n="260">γηρύετʼ ἀνθρώπων ἄδικον νόον, ὄφρʼ ἀποτίσῃ</l><l n="261">δῆμος ἀτασθαλίας βασιλέων, οἳ λυγρὰ νοεῦντες</l><l n="262">ἄλλῃ παρκλίνωσι δίκας σκολιῶς ἐνέποντες.</l><l n="263">ταῦτα φυλασσόμενοι, βασιλῆς, ἰθύνετε †δίκας</l><l n="264">δωροφάγοι, σκολιέων δὲ δικέων ἐπὶ πάγχυ λάθεσθε.</l><l n="265"><milestone ed="P" unit="para"/>οἷ γʼ αὐτῷ κακὰ τεύχει ἀνὴρ ἄλλῳ κακὰ τεύχων,</l><l n="266">ἡ δὲ κακὴ βουλὴ τῷ βουλεύσαντι κακίστη.</l></div></body></text></TEI>