<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="207" style="speech"><milestone ed="P" unit="para"/>δαιμονίη, τί λέληκας; ἔχει νύ σε πολλὸν ἀρείων·</l><l n="208" style="speech">τῇ δʼ εἶς, ᾗ σʼ ἂν ἐγώ περ ἄγω καὶ ἀοιδὸν ἐοῦσαν·</l><l n="209" style="speech">δεῖπνον δʼ, αἴ κʼ ἐθέλω, ποιήσομαι ἠὲ μεθήσω.</l><l n="210" style="speech">ἄφρων δʼ, ὅς κʼ ἐθέλῃ πρὸς κρείσσονας ἀντιφερίζειν·</l><l n="211" style="speech">νίκης τε στέρεται πρός τʼ αἴσχεσιν ἄλγεα πάσχει.</l><l n="212"><milestone ed="P" unit="para"/>ὣς ἔφατʼ ὠκυπέτης ἴρηξ, τανυσίπτερος ὄρνις.</l><l n="213" style="speech"><milestone ed="P" unit="para"/>ὦ Πέρση, σὺ δʼ ἄκουε δίκης, μηδʼ ὕβριν ὄφελλε·</l><l n="214">ὕβρις γάρ τε κακὴ δειλῷ βροτῷ· οὐδὲ μὲν ἐσθλὸς</l><l n="215">ῥηιδίως φερέμεν δύναται, βαρύθει δέ θʼ ὑπʼ αὐτῆς</l><l n="216">ἐγκύρσας ἄτῃσιν· ὁδὸς δʼ ἑτέρηφι παρελθεῖν</l><l n="217">κρείσσων ἐς τὰ δίκαια· Δίκη δʼ ὑπὲρ Ὕβριος ἴσχει</l><l n="218">ἐς τέλος ἐξελθοῦσα· παθὼν δέ τε νήπιος ἔγνω.</l><l n="219">αὐτίκα γὰρ τρέχει Ὅρκος ἅμα σκολιῇσι δίκῃσιν.</l><l n="220">τῆς δὲ Δίκης ῥόθος ἑλκομένης, ᾗ κʼ ἄνδρες ἄγωσι</l><l n="221">δωροφάγοι, σκολιῇς δὲ δίκῃς κρίνωσι θέμιστας.</l><l n="222">ἣ δʼ ἕπεται κλαίουσα πόλιν καὶ ἤθεα λαῶν,</l><l n="223">ἠέρα ἑσσαμένη, κακὸν ἀνθρώποισι φέρουσα,</l><l n="224">οἵ τε μιν ἐξελάσωσι καὶ οὐκ ἰθεῖαν ἔνειμαν.</l><l n="225">Οἳ δὲ δίκας ξείνοισι καὶ ἐνδήμοισι διδοῦσιν</l><l n="226">ἰθείας καὶ μή τι παρεκβαίνουσι δικαίου,</l><l n="227">τοῖσι τέθηλε πόλις, λαοὶ δʼ ἀνθεῦσιν ἐν αὐτῇ·</l><l n="228">εἰρήνη δʼ ἀνὰ γῆν κουροτρόφος, οὐδέ ποτʼ αὐτοῖς</l><l n="229">ἀργαλέον πόλεμον τεκμαίρεται εὐρύοπα Ζεύς·</l><l n="230">οὐδέ ποτʼ ἰθυδίκῃσι μετʼ ἀνδράσι λιμὸς ὀπηδεῖ</l><l n="231">οὐδʼ ἄτη, θαλίῃς δὲ μεμηλότα ἔργα νέμονται.</l><l n="232">τοῖσι φέρει μὲν γαῖα πολὺν βίον, οὔρεσι δὲ δρῦς</l><l n="233">ἄκρη μέν τε φέρει βαλάνους, μέσση δὲ μελίσσας·</l><l n="234">εἰροπόκοι δʼ ὄιες μαλλοῖς καταβεβρίθασιν·</l><l n="235">τίκτουσιν δὲ γυναῖκες ἐοικότα τέκνα γονεῦσιν·</l><l n="236">θάλλουσιν δʼ ἀγαθοῖσι διαμπερές· οὐδʼ ἐπὶ νηῶν</l></div></body></text></TEI>