<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="177">παύονται καμάτου καὶ ὀιζύος, οὐδέ τι νύκτωρ</l><l n="178">φθειρόμενοι. χαλεπὰς δὲ θεοὶ δώσουσι μερίμνας·</l><l n="179">ἀλλʼ ἔμπης καὶ τοῖσι μεμείξεται ἐσθλὰ κακοῖσιν.</l><l n="180">Ζεὺς δʼ ὀλέσει καὶ τοῦτο γένος μερόπων ἀνθρώπων,</l><l n="181">εὖτʼ ἂν γεινόμενοι πολιοκρόταφοι τελέθωσιν.</l><l n="182">οὐδὲ πατὴρ παίδεσσιν ὁμοίιος οὐδέ τι παῖδες,</l><l n="183">οὐδὲ ξεῖνος ξεινοδόκῳ καὶ ἑταῖρος ἑταίρῳ,</l><l n="184">οὐδὲ κασίγνητος φίλος ἔσσεται, ὡς τὸ πάρος περ.</l><l n="185">αἶψα δὲ γηράσκοντας ἀτιμήσουσι τοκῆας·</l><l n="186">μέμψονται δʼ ἄρα τοὺς χαλεποῖς βάζοντες ἔπεσσι</l><l n="187">σχέτλιοι οὐδὲ θεῶν ὄπιν εἰδότες· οὐδέ κεν οἵ γε</l><l n="188">γηράντεσσι τοκεῦσιν ἀπὸ θρεπτήρια δοῖεν</l><l n="189">χειροδίκαι· ἕτερος δʼ ἑτέρου πόλιν ἐξαλαπάξει.</l><l n="190">οὐδέ τις εὐόρκου χάρις ἔσσεται οὔτε δικαίου</l><l n="191">οὔτʼ ἀγαθοῦ, μᾶλλον δὲ κακῶν ῥεκτῆρα καὶ ὕβριν</l><l n="192">ἀνέρες αἰνήσουσι· δίκη δʼ ἐν χερσί, καὶ αἰδὼς</l><l n="193">οὐκ ἔσται· βλάψει δʼ ὁ κακὸς τὸν ἀρείονα φῶτα</l><l n="194">μύθοισιν σκολιοῖς ἐνέπων, ἐπὶ δʼ ὅρκον ὀμεῖται.</l><l n="195">ζῆλος δʼ ἀνθρώποισιν ὀιζυροῖσιν ἅπασι</l><l n="196">δυσκέλαδος κακόχαρτος ὁμαρτήσει, στυγερώπης.</l><l n="197">καὶ τότε δὴ πρὸς Ὄλυμπον ἀπὸ χθονὸς εὐρυοδείης</l><l n="198">λευκοῖσιν φάρεσσι καλυψαμένα χρόα καλὸν</l><l n="199">ἀθανάτων μετὰ φῦλον ἴτον προλιπόντʼ ἀνθρώπους</l><l n="200">Αἰδὼς καὶ Νέμεσις· τὰ δὲ λείψεται ἄλγεα λυγρὰ</l><l n="201">θνητοῖς ἀνθρώποισι· κακοῦ δʼ οὐκ ἔσσεται ἀλκή.</l><milestone n="202" ed="p" unit="card"/><l n="202" style="speech"><milestone ed="P" unit="para"/>νῦν δʼ αἶνον βασιλεῦσιν ἐρέω φρονέουσι καὶ αὐτοῖς·</l><l n="203">ὧδʼ ἴρηξ προσέειπεν ἀηδόνα ποικιλόδειρον</l><l n="204">ὕψι μάλʼ ἐν νεφέεσσι φέρων ὀνύχεσσι μεμαρπώς·</l><l n="205">ἣ δʼ ἐλεόν, γναμπτοῖσι πεπαρμένη ἀμφʼ ὀνύχεσσι,</l><l n="206">μύρετο· τὴν ὅγʼ ἐπικρατέως πρὸς μῦθον ἔειπεν·</l></div></body></text></TEI>