<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="151">χαλκῷ δʼ εἰργάζοντο· μέλας δʼ οὐκ ἔσκε σίδηρος.</l><l n="152">καὶ τοὶ μὲν χείρεσσιν ὕπο σφετέρῃσι δαμέντες</l><l n="153">βῆσαν ἐς εὐρώεντα δόμον κρυεροῦ Αίδαο</l><l n="154">νώνυμνοι· θάνατος δὲ καὶ ἐκπάγλους περ ἐόντας</l><l n="155">εἷλε μέλας, λαμπρὸν δʼ ἔλιπον φάος ἠελίοιο.</l><l n="156"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψεν,</l><l n="157">αὖτις ἔτʼ ἄλλο τέταρτον ἐπὶ χθονὶ πουλυβοτείρῃ</l><l n="158">Ζεὺς Κρονίδης ποίησε, δικαιότερον καὶ ἄρειον,</l><l n="159">ἀνδρῶν ἡρώων θεῖον γένος, οἳ καλέονται</l><l n="160">ἡμίθεοι, προτέρη γενεὴ κατʼ ἀπείρονα γαῖαν.</l><l n="161">καὶ τοὺς μὲν πόλεμός τε κακὸς καὶ φύλοπις αἰνή,</l><l n="162">τοὺς μὲν ὑφʼ ἑπταπύλῳ Θήβῃ, Καδμηίδι γαίῃ,</l><l n="163">ὤλεσε μαρναμένους μήλων ἕνεκʼ Οἰδιπόδαο,</l><l n="164">τοὺς δὲ καὶ ἐν νήεσσιν ὑπὲρ μέγα λαῖτμα θαλάσσης</l><l n="165">ἐς Τροίην ἀγαγὼν Ἑλένης ἕνεκʼ ἠυκόμοιο.</l><l n="166">ἔνθʼ ἤτοι τοὺς μὲν θανάτου τέλος ἀμφεκάλυψε,</l><l n="167">τοῖς δὲ δίχʼ ἀνθρώπων βίοτον καὶ ἤθεʼ ὀπάσσας</l><l n="168">Ζεὺς Κρονίδης κατένασσε πατὴρ ἐς πείρατα γαίης.</l><l n="170">καὶ τοὶ μὲν ναίουσιν ἀκηδέα θυμὸν ἔχοντες</l><l n="171">ἐν μακάρων νήσοισι παρʼ Ὠκεανὸν βαθυδίνην,</l><l n="172">ὄλβιοι ἥρωες, τοῖσιν μελιηδέα καρπὸν</l><l n="173">τρὶς ἔτεος θάλλοντα φέρει ζείδωρος ἄρουρα.</l><l n="169">τηλοῦ ἀπʼ ἀθανάτων· τοῖσιν Κρόνος ἐμβασιλεύει.</l><l n="169a"><del>τοῦ γὰρ δεσμὸ</del>ν ἔλυσε πα<del>τὴρ ἀνδρῶν τε θεῶν τε.</del>
</l><l n="169b"><del>τοῖσι δʼ ὁμῶς ν</del>εάτοις τιμὴ <del>καὶ κῦδος ὀπηδεῖ.</del>
</l><l n="169c"><del>Πέμπτον δʼ αὖτις ἔτʼ ἄ</del>λλο γένος θῆκʼ <del>εὐρύοπα Ζεὺς</del>
</l><l n="169d"><del>ἀνδρῶν, οἳ</del> γεγάασιν ἐπὶ <del>χθονὶ πουλυβοτείρῃ.</del>
</l><milestone n="174" ed="p" unit="card"/><l n="174" style="speech"><milestone ed="P" unit="para"/>μηκέτʼ ἔπειτʼ ὤφελλον ἐγὼ πέμπτοισι μετεῖναι</l><l n="175" style="speech">ἀνδράσιν, ἀλλʼ ἢ πρόσθε θανεῖν ἢ ἔπειτα γενέσθαι.</l><l n="176">νῦν γὰρ δὴ γένος ἐστὶ σιδήρεον· οὐδέ ποτʼ ἦμαρ</l></div></body></text></TEI>