<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="121"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ δὴ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψε,—</l><l n="122">τοὶ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι καλέονται</l><l n="123">ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων,</l><l n="124"><del>οἵ ῥα φυλάσσουσίν τε δίκας καὶ σχέτλια ἔργα</del></l><l n="125"><del>ἠέρα ἑσσάμενοι πάντη φοιτῶντες ἐπʼ αἶαν,</del></l><l n="126">πλουτοδόται· καὶ τοῦτο γέρας βασιλήιον ἔσχον—,</l><l n="127">δεύτερον αὖτε γένος πολὺ χειρότερον μετόπισθεν</l><l n="128">ἀργύρεον ποίησαν Ὀλύμπια δώματʼ ἔχοντες,</l><l n="129">χρυσέῳ οὔτε φυὴν ἐναλίγκιον οὔτε νόημα.</l><l n="130">ἀλλʼ ἑκατὸν μὲν παῖς ἔτεα παρὰ μητέρι κεδνῇ</l><l n="131">ἐτρέφετʼ ἀτάλλων, μέγα νήπιος, ᾧ ἐνὶ οἴκῳ.</l><l n="132">ἀλλʼ ὅτʼ ἄρʼ ἡβήσαι τε καὶ ἥβης μέτρον ἵκοιτο,</l><l n="133">παυρίδιον ζώεσκον ἐπὶ χρόνον, ἄλγεʼ ἔχοντες</l><l n="134">ἀφραδίῃς· ὕβριν γὰρ ἀτάσθαλον οὐκ ἐδύναντο</l><l n="135">ἀλλήλων ἀπέχειν, οὐδʼ ἀθανάτους θεραπεύειν</l><l n="136">ἤθελον οὐδʼ ἔρδειν μακάρων ἱεροῖς ἐπὶ βωμοῖς,</l><l n="137">ἣ θέμις ἀνθρώποις κατὰ ἤθεα. τοὺς μὲν ἔπειτα</l><l n="138">Ζεὺς Κρονίδης ἔκρυψε χολούμενος, οὕνεκα τιμὰς</l><l n="139">οὐκ ἔδιδον μακάρεσσι θεοῖς, οἳ Ὄλυμπον ἔχουσιν.</l><milestone n="140" ed="p" unit="card"/><l n="140"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ καὶ τοῦτο γένος κατὰ γαῖʼ ἐκάλυψε,—</l><l n="141">τοὶ μὲν ὑποχθόνιοι μάκαρες θνητοῖς καλέονται,</l><l n="142">δεύτεροι, ἀλλʼ ἔμπης τιμὴ καὶ τοῖσιν ὀπηδεῖ—,</l><l n="143">Ζεὺς δὲ πατὴρ τρίτον ἄλλο γένος μερόπων ἀνθρώπων</l><l n="144">χάλκειον ποίησʼ, οὐκ ἀργυρέῳ οὐδὲν ὁμοῖον,</l><l n="145">ἐκ μελιᾶν, δεινόν τε καὶ ὄβριμον· οἷσιν Ἄρηος</l><l n="146">ἔργʼ ἔμελεν στονόεντα καὶ ὕβριες· οὐδέ τι σῖτον</l><l n="147">ἤσθιον, ἀλλʼ ἀδάμαντος ἔχον κρατερόφρονα θυμόν,</l><l n="148">ἄπλαστοι· μεγάλη δὲ βίη καὶ χεῖρες ἄαπτοι</l><l n="149">ἐξ ὤμων ἐπέφυκον ἐπὶ στιβαροῖσι μέλεσσιν.</l><l n="150">ὧν δʼ ἦν χάλκεα μὲν τεύχεα, χάλκεοι δέ τε οἶκοι</l></div></body></text></TEI>