<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text><body><div n="urn:cts:greekLit:tlg0020.tlg002.perseus-grc2" type="edition" xml:lang="grc"><l n="1" style="speech"><milestone ed="P" unit="para"/>μοῦσαι Πιερίηθεν ἀοιδῇσιν κλείουσαι</l><l n="2" style="speech">δεῦτε, Δίʼ ἐννέπετε, σφέτερον πατέρʼ ὑμνείουσαι·</l><l n="3" style="speech">ὅντε διὰ βροτοὶ ἄνδρες ὁμῶς ἄφατοί τε φατοί τε,</l><l n="4" style="speech">ῥητοί τʼ ἄρρητοί τε Διὸς μεγάλοιο ἕκητι.</l><l n="5" style="speech">ῥέα μὲν γὰρ βριάει, ῥέα δὲ βριάοντα χαλέπτει,</l><l n="6" style="speech">ῥεῖα δʼ ἀρίζηλον μινύθει καὶ ἄδηλον ἀέξει,</l><l n="7" style="speech">ῥεῖα δέ τʼ ἰθύνει σκολιὸν καὶ ἀγήνορα κάρφει</l><l n="8" style="speech">Ζεὺς ὑψιβρεμέτης, ὃς ὑπέρτατα δώματα ναίει.</l><l n="9" style="speech">κλῦθι ἰδὼν ἀίων τε, δίκῃ δʼ ἴθυνε θέμιστας</l><l n="10" style="speech">τύνη· ἐγὼ δέ κε, Πέρση, ἐτήτυμα μυθησαίμην.</l><milestone n="11" ed="p" unit="card"/><l n="11"><milestone ed="P" unit="para"/>οὐκ ἄρα μοῦνον ἔην Ἐρίδων γένος, ἀλλʼ ἐπὶ γαῖαν</l><l n="12">εἰσὶ δύω· τὴν μέν κεν ἐπαινέσσειε νοήσας,</l><l n="13">ἣ δʼ ἐπιμωμητή· διὰ δʼ ἄνδιχα θυμὸν ἔχουσιν.</l><l n="14">ἣ μὲν γὰρ πόλεμόν τε κακὸν καὶ δῆριν ὀφέλλει,</l><l n="15">σχετλίη· οὔτις τήν γε φιλεῖ βροτός, ἀλλʼ ὑπʼ ἀνάγκης</l><l n="16">ἀθανάτων βουλῇσιν Ἔριν τιμῶσι βαρεῖαν.</l><l n="17">τὴν δʼ ἑτέρην προτέρην μὲν ἐγείνατο Νὺξ ἐρεβεννή,</l><l n="18">θῆκε δέ μιν Κρονίδης ὑψίζυγος, αἰθέρι ναίων,</l><l n="19">γαίης ἐν ῥίζῃσι, καὶ ἀνδράσι πολλὸν ἀμείνω·</l><l n="20">ἥτε καὶ ἀπάλαμόν περ ὁμῶς ἐπὶ ἔργον ἔγειρεν.</l><l n="21">εἰς ἕτερον γάρ τίς τε ἰδὼν ἔργοιο χατίζει</l><l n="22">πλούσιον, ὃς σπεύδει μὲν ἀρώμεναι ἠδὲ φυτεύειν</l><l n="23">οἶκόν τʼ εὖ θέσθαι· ζηλοῖ δέ τε γείτονα γείτων</l><l n="24">εἰς ἄφενος σπεύδοντʼ· ἀγαθὴ δʼ Ἔρις ἥδε βροτοῖσιν.</l><l n="25">καὶ κεραμεὺς κεραμεῖ κοτέει καὶ τέκτονι τέκτων,</l><l n="26">καὶ πτωχὸς πτωχῷ φθονέει καὶ ἀοιδὸς ἀοιδῷ.</l><l n="27"><milestone ed="P" unit="para"/>ὦ Πέρση, σὺ δὲ ταῦτα τεῷ ἐνικάτθεο θυμῷ,</l><l n="28">μηδέ σʼ Ἔρις κακόχαρτος ἀπʼ ἔργου θυμὸν ἐρύκοι</l><l n="29">νείκεʼ ὀπιπεύοντʼ ἀγορῆς ἐπακουὸν ἐόντα.</l><l n="30">ὤρη γάρ τʼ ὀλίγη πέλεται νεικέων τʼ ἀγορέων τε,</l></div></body></text></TEI>