<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="957">Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα.</l><l n="958">Αἰήτης δʼ υἱὸς φαεσιμβρότου Ἠελίοιο</l><l n="959">κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο</l><l n="960">γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον. </l><l n="961">ἣ δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι</l><l n="962">γείναθʼ ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην.</l><sp><milestone ed="p" unit="card" n="963"/><l n="963"><milestone ed="P" unit="para"/>ὑμεῖς μὲν νῦν χαίρετʼ, Ὀλύμπια δώματʼ
                        ἔχοντες,</l><l n="964">νῆσοί τʼ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος.</l><l n="965">νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαι</l><l n="966">Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο,</l><l n="967">ὅσσαι δὴ θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι</l><l n="968">ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.</l></sp><l n="969"><milestone ed="P" unit="para"/>Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο, δῖα θεάων,</l><l n="970">Ἰασίωνʼ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι</l><l n="971">νειῷ ἔνι τριπόλῳ, Κρήτης ἐν πίονι δήμῳ,</l><l n="972">ἐσθλόν, ὃς εἶσʼ ἐπὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης</l><l n="973">πάντη· τῷ δὲ τυχόντι καὶ οὗ κʼ ἐς χεῖρας ἵκηται,</l><l n="974">τὸν δʼ ἀφνειὸν ἔθηκε, πολὺν δέ οἱ ὤπασεν ὄλβον.</l><l n="975"><milestone ed="P" unit="para"/>Κάδμῳ δʼ Ἁρμονίη, θυγάτηρ χρυσέης Ἀφροδιτης,</l><l n="976">Ἰνὼ καὶ Σεμέλην καὶ Ἀγαυὴν καλλιπάρῃον</l><l n="977">Αὐτονόην θʼ, ἣν γῆμεν Ἀρισταῖος βαθυχαίτης,</l><l n="978">γείνατο καὶ Πολύδωρον ἐυστεφάνῳ ἐνὶ Θήβῃ.</l></div></body></text></TEI>