<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="941">μιχθεῖσʼ ἐν φιλότητι, Διώνυσον πολυγηθέα,</l><l n="942">ἀθάνατον θνητή· νῦν δʼ ἀμφότεροι θεοί εἰσιν.</l><l n="943"><milestone ed="P" unit="para"/>Ἀλκμήνη δʼ ἄρʼ ἔτικτε βίην Ἡρακληείην</l><l n="944">μιχθεῖσʼ ἐν φιλότητι Διὸς νεφεληγερέταο.</l><l n="945"><milestone ed="P" unit="para"/>ἀγλαΐην δʼ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις,</l><l n="946">ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατʼ ἄκοιτιν.</l><l n="947"><milestone ed="P" unit="para"/>χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην,</l><l n="948">κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν.</l><l n="949">τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων.</l><l n="950"><milestone ed="P" unit="para"/>ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός, </l><l n="951">ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους,</l><l n="952">παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου,</l><l n="953">αἰδοίην θέτʼ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι,</l><l n="954">ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας</l><l n="955">ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα. </l><l n="956"><milestone ed="P" unit="para"/>ἠελίῳ δʼ ἀκάμαντι τέκεν κλυτὸς Ὠκεανίνη</l><l n="957">Περσηὶς Κίρκην τε καὶ Αἰήτην βασιλῆα.</l><l n="958">Αἰήτης δʼ υἱὸς φαεσιμβρότου Ἠελίοιο</l><l n="959">κούρην Ὠκεανοῖο τελήεντος ποταμοῖο</l><l n="960">γῆμε θεῶν βουλῇσιν Ἰδυῖαν καλλιπάρῃον. </l><l n="961">ἣ δέ οἱ Μήδειαν ἐύσφυρον ἐν φιλότητι</l><l n="962">γείναθʼ ὑποδμηθεῖσα διὰ χρυσέην Ἀφροδίτην.</l><sp><milestone ed="p" unit="card" n="963"/><l n="963"><milestone ed="P" unit="para"/>ὑμεῖς μὲν νῦν χαίρετʼ, Ὀλύμπια δώματʼ
                        ἔχοντες,</l><l n="964">νῆσοί τʼ ἤπειροί τε καὶ ἁλμυρὸς ἔνδοθι πόντος.</l><l n="965">νῦν δὲ θεάων φῦλον ἀείσατε, ἡδυέπειαι</l><l n="966">Μοῦσαι Ὀλυμπιάδες, κοῦραι Διὸς αἰγιόχοιο,</l><l n="967">ὅσσαι δὴ θνητοῖσι παρʼ ἀνδράσιν εὐνηθεῖσαι</l><l n="968">ἀθάναται γείναντο θεοῖς ἐπιείκελα τέκνα.</l></sp><l n="969"><milestone ed="P" unit="para"/>Δημήτηρ μὲν Πλοῦτον ἐγείνατο, δῖα θεάων,</l><l n="970">Ἰασίωνʼ ἥρωι μιγεῖσʼ ἐρατῇ φιλότητι</l></div></body></text></TEI>