<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="935">δεινούς, οἵτʼ ἀνδρῶν πυκινὰς κλονέουσι φάλαγγας</l><l n="936">ἐν πολέμῳ κρυόεντι σὺν Ἄρηι πτολιπόρθῳ,</l><l n="937">Ἁρμονίην θʼ, ἣν Κάδμος ὑπέρθυμος θέτʼ ἄκοιτιν.</l><milestone ed="p" unit="card" n="938"/><l n="938"><milestone ed="P" unit="para"/>Ζηνὶ δʼ ἄρʼ Ἀτλαντὶς Μαίη τέκε κύδιμον Ἑρμῆν,</l><l n="939">κήρυκʼ ἀθανάτων, ἱερὸν λέχος εἰσαναβᾶσα.</l><l n="940"><milestone ed="P" unit="para"/>Καδμείη δʼ ἄρα οἱ Σεμέλη τέκε φαίδιμον υἱὸν</l><l n="941">μιχθεῖσʼ ἐν φιλότητι, Διώνυσον πολυγηθέα,</l><l n="942">ἀθάνατον θνητή· νῦν δʼ ἀμφότεροι θεοί εἰσιν.</l><l n="943"><milestone ed="P" unit="para"/>Ἀλκμήνη δʼ ἄρʼ ἔτικτε βίην Ἡρακληείην</l><l n="944">μιχθεῖσʼ ἐν φιλότητι Διὸς νεφεληγερέταο.</l><l n="945"><milestone ed="P" unit="para"/>ἀγλαΐην δʼ Ἥφαιστος, ἀγακλυτὸς ἀμφιγυήεις,</l><l n="946">ὁπλοτάτην Χαρίτων θαλερὴν ποιήσατʼ ἄκοιτιν.</l><l n="947"><milestone ed="P" unit="para"/>χρυσοκόμης δὲ Διώνυσος ξανθὴν Ἀριάδνην,</l><l n="948">κούρην Μίνωος, θαλερὴν ποιήσατʼ ἄκοιτιν.</l><l n="949">τὴν δέ οἱ ἀθάνατον καὶ ἀγήρω θῆκε Κρονίων.</l><l n="950"><milestone ed="P" unit="para"/>ἥβην δʼ Ἀλκμήνης καλλισφύρου ἄλκιμος υἱός, </l><l n="951">ἲς Ἡρακλῆος, τελέσας στονόεντας ἀέθλους,</l><l n="952">παῖδα Διὸς μεγάλοιο καὶ Ἥρης χρυσοπεδίλου,</l><l n="953">αἰδοίην θέτʼ ἄκοιτιν ἐν Οὐλύμπῳ νιφόεντι,</l><l n="954">ὄλβιος, ὃς μέγα ἔργον ἐν ἀθανάτοισιν ἀνύσσας</l><l n="955">ναίει ἀπήμαντος καὶ ἀγήραος ἤματα πάντα. </l><l n="956"><milestone ed="P" unit="para"/>ἠελίῳ δʼ ἀκάμαντι τέκεν κλυτὸς Ὠκεανίνη</l></div></body></text></TEI>