<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="929d"><add>ἐκ πάντων παλάμῃσι κεκασμένον Οὐρανιώνων·</add></l><l n="929e"><add>αὐτὰρ ὅ γʼ Ὠκεανοῦ καὶ Τηθύος ἠυκόμοιο</add></l><l n="929f"><add>κούρῃ νόσφʼ Ἥρης παρελέξατο καλλιπαρήῳ,</add></l><gap reason="ellipsis"/><l n="929g"><add>ἐξαπαφὼν Μῆτιν καίπερ πολυδήνεʼ ἐοῦσαν.</add></l><l n="929h"><add>συμμάρψας δʼ ὅ γε χερσὶν ἑὴν ἐγκάτθετο νηδὺν</add></l><l n="929i"><add>δείσας, μὴ τέξῃ κρατερώτερον ἄλλο κεραυνοῦ.</add></l><l n="929j"><add>τοὔνεκά μιν Κρονίδης ὑψίζυγος αἰθέρι ναίων</add></l><l n="929k"><add>κάππιεν ἐξαπίνης· ἣ δʼ αὐτίκα Παλλάδʼ Ἀθήνην</add></l><l n="929l"><add>κύσατο· τὴν μὲν ἔτικτε πατὴρ ἀνδρῶν τε θεῶν τε</add></l><l n="929m"><add>πὰρ κορυφὴν Τρίτωνος ἐπʼ ὄχθῃσιν ποταμοῖο.</add></l><l n="929n"><add>Μῆτις δʼ αὖτε Ζηνὸς ὑπὸ σπλάγχνοις λελαθυῖα</add></l><l n="929o"><add>ἧστο, Ἀθηναίης μήτηρ, τέκταινα δικαίων</add></l><l n="929p"><add>πλεῖστα θεῶν τε ἰδυῖα καταθνητῶν τʼ ἀνθρώπων,</add></l><l n="929q"><add>ἔνθα θεὰ παρέδεκτο ὅθεν παλάμαις περὶ πάντων</add></l><l n="929r"><add>ἀθανάτων ἐκέκασθʼ οἳ Ὀλύμπια δώματʼ ἔχουσιν,</add></l><l n="929s"><del>αἰγίδα ποιήσασα φοβέστρατον ἔντος Ἀθήνης·</del></l><l n="929t"><add>σὺν τῇ ἐγείνατό μιν πολεμήια τεύχεʼ ἔχουσαν.</add></l><l n="930"><milestone ed="P" unit="para"/> Ἐκ δʼ Ἀμφιτρίτης καὶ ἐρικτύπου Ἐννοσιγαίου</l><l n="931">Τρίτων εὐρυβίης γένετο μέγας, ὅστε θαλάσσης</l><l n="932">πυθμένʼ ἔχων παρὰ μητρὶ φίλῃ καὶ πατρὶ ἄνακτι</l><l n="933">ναίει χρύσεα δῶ, δεινὸς θεός. αὐτὰρ Ἄρηι</l><l n="934">ῥινοτόρῳ Κυθέρεια Φόβον καὶ Δεῖμον ἔτικτε</l></div></body></text></TEI>