λυσιμελής· καλὸν δέ θʼ ὑπʼ ὀφρύσι δερκιόωνται. αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν, ἣ τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺς ἥρπασε ἧς παρὰ μητρός· ἔδωκε δὲ μητίετα Ζεύς. μνημοσύνης δʼ ἐξαῦτις ἐράσσατο καλλικόμοιο, ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς. Λητὼ δʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν, ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων, γείνατʼ ἄρʼ αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα. λοισθοτάτην δʼ Ἥρην θαλερὴν ποιήσατʼ ἄκοιτιν· ἣ δʼ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε μιχθεῖσʼ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν. αὐτὸς δʼ ἐκ κεφαλῆς γλαυκώπιδα Τριτογένειαν δεινὴν ἐγρεκύδοιμον ἀγέστρατον Ἀτρυτώνην πότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε, Ἥρη δʼ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα γείνατο, καὶ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ, ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων. Ἥρη δὲ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ. ἐκ ταύτης δʼ ἔριδος ἣ μὲν τέκε φαίδιμον υἱὸν Ἥφαιστον, φιλότητος ἄτερ Διὸς αἰγιόχοιο,