<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="901"><milestone ed="P" unit="para"/>δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας,</l><l n="902">Εὐνουμίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν,</l><l n="903">αἳ ἔργʼ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι,</l><l n="904">Μοίρας θʼ, ᾗ πλείστην τιμὴν πόρε μητίετα Ζεύς,</l><l n="905">Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε διδοῦσι</l><l n="906">θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε.</l><l n="907"><milestone ed="P" unit="para"/>τρεῖς δέ οἱ Εὐρυνομη Χάριτας τέκε
                    καλλιπαρῄους,</l><l n="908">Ὠκεανοῦ κούρη, πολυήρατον εἶδος ἔχουσα,</l><l n="909">Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τʼ ἐρατεινήν·</l><l n="910">τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάων</l><l n="911">λυσιμελής· καλὸν δέ θʼ ὑπʼ ὀφρύσι δερκιόωνται.</l><l n="912"><milestone ed="P" unit="para"/>αὐτὰρ ὁ Δήμητρος πολυφόρβης ἐς λέχος ἦλθεν,</l><l n="913">ἣ τέκε Περσεφόνην λευκώλενον, ἣν Ἀιδωνεὺς</l><l n="914">ἥρπασε ἧς παρὰ μητρός· ἔδωκε δὲ μητίετα Ζεύς.</l><l n="915"><milestone ed="P" unit="para"/>μνημοσύνης δʼ ἐξαῦτις ἐράσσατο καλλικόμοιο, </l><l n="916">ἐξ ἧς οἱ Μοῦσαι χρυσάμπυκες ἐξεγένοντο</l><l n="917">ἐννέα, τῇσιν ἅδον θαλίαι καὶ τέρψις ἀοιδῆς.</l><l n="918"><milestone ed="P" unit="para"/>Λητὼ δʼ Ἀπόλλωνα καὶ Ἄρτεμιν ἰοχέαιραν,</l><l n="919">ἱμερόεντα γόνον περὶ πάντων Οὐρανιώνων,</l><l n="920">γείνατʼ ἄρʼ αἰγιόχοιο Διὸς φιλότητι μιγεῖσα. </l><l n="921"><milestone ed="P" unit="para"/>λοισθοτάτην δʼ Ἥρην θαλερὴν ποιήσατʼ ἄκοιτιν·</l><l n="922">ἣ δʼ Ἥβην καὶ Ἄρηα καὶ Εἰλείθυιαν ἔτικτε</l><l n="923">μιχθεῖσʼ ἐν φιλότητι θεῶν βασιλῆι καὶ ἀνδρῶν.</l><l n="924"><milestone ed="P" unit="para"/>αὐτὸς δʼ ἐκ κεφαλῆς γλαυκώπιδα Τριτογένειαν</l><l n="925">δεινὴν ἐγρεκύδοιμον ἀγέστρατον Ἀτρυτώνην</l><l n="926">πότνιαν, ᾗ κέλαδοί τε ἅδον πόλεμοί τε μάχαι τε,</l><l n="927">Ἥρη δʼ Ἥφαιστον κλυτὸν οὐ φιλότητι μιγεῖσα</l><l n="928">γείνατο, καὶ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ,</l><l n="929">ἐκ πάντων τέχνῃσι κεκασμένον Οὐρανιώνων.</l><l n="929a"><milestone ed="P" unit="para"/><add>Ἥρη δὲ ζαμένησε καὶ ἤρισε ᾧ παρακοίτῃ. </add></l></div></body></text></TEI>