<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="889">τέξεσθαι, τότʼ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας</l><l n="890">αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδὺν</l><l n="891">Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος.</l><l n="892">τὼς γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληίδα τιμὴν</l><l n="893">ἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν αἰειγενετάων.</l><l n="894">ἐκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι·</l><l n="895">πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειαν</l><l n="896">ἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν.</l><l n="897">αὐτὰρ ἔπειτʼ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶν</l><l n="898">ἤμελλεν τέξεσθαι, ὑπέρβιον ἦτορ ἔχοντα·</l><l n="899">ἀλλʼ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν,</l><l n="900">ὡς δή οἱ φράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε. </l><milestone ed="p" unit="card" n="901"/><l n="901"><milestone ed="P" unit="para"/>δεύτερον ἠγάγετο λιπαρὴν Θέμιν, ἣ τέκεν Ὥρας,</l><l n="902">Εὐνουμίην τε Δίκην τε καὶ Εἰρήνην τεθαλυῖαν,</l><l n="903">αἳ ἔργʼ ὠρεύουσι καταθνητοῖσι βροτοῖσι,</l><l n="904">Μοίρας θʼ, ᾗ πλείστην τιμὴν πόρε μητίετα Ζεύς,</l><l n="905">Κλωθώ τε Λάχεσίν τε καὶ Ἄτροπον, αἵτε διδοῦσι</l><l n="906">θνητοῖς ἀνθρώποισιν ἔχειν ἀγαθόν τε κακόν τε.</l><l n="907"><milestone ed="P" unit="para"/>τρεῖς δέ οἱ Εὐρυνομη Χάριτας τέκε
                    καλλιπαρῄους,</l><l n="908">Ὠκεανοῦ κούρη, πολυήρατον εἶδος ἔχουσα,</l><l n="909">Ἀγλαΐην τε καὶ Εὐφροσύνην Θαλίην τʼ ἐρατεινήν·</l><l n="910">τῶν καὶ ἀπὸ βλεφάρων ἔρος εἴβετο δερκομενάων</l></div></body></text></TEI>