<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="871">οἵ γε μὲν ἐκ θεόφιν γενεή, θνητοῖς μέγʼ ὄνειαρ·</l><l n="872">οἱ δʼ ἄλλοι μαψαῦραι ἐπιπνείουσι θάλασσαν·</l><l n="873">αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον,</l><l n="874">πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ·</l><l n="875">ἄλλοτε δʼ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆας</l><l n="876">ναύτας τε φθείρουσι· κακοῦ δʼ οὐ γίγνεται ἀλκὴ</l><l n="877">ἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον·</l><l n="878">αἳ δʼ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν</l><l n="879">ἔργʼ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων</l><l n="880">πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ. </l><l n="881"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν,</l><l n="882">Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι,</l><l n="883">δή ῥα τότʼ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσειν</l><l n="884">Γαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆν</l><l n="885">ἀθανάτων· ὃ δὲ τοῖσιν ἑὰς διεδάσσατο τιμάς. </l><milestone ed="p" unit="card" n="886"/><l n="886"><milestone ed="P" unit="para"/>Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο
                    Μῆτιν</l><l n="887">πλεῖστα τε ἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.</l><l n="888">ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνην</l><l n="889">τέξεσθαι, τότʼ ἔπειτα δόλῳ φρένας ἐξαπατήσας</l><l n="890">αἱμυλίοισι λόγοισιν ἑὴν ἐσκάτθετο νηδὺν</l><l n="891">Γαίης φραδμοσύνῃσι καὶ Οὐρανοῦ ἀστερόεντος.</l><l n="892">τὼς γάρ οἱ φρασάτην, ἵνα μὴ βασιληίδα τιμὴν</l><l n="893">ἄλλος ἔχοι Διὸς ἀντὶ θεῶν αἰειγενετάων.</l><l n="894">ἐκ γὰρ τῆς εἵμαρτο περίφρονα τέκνα γενέσθαι·</l><l n="895">πρώτην μὲν κούρην γλαυκώπιδα Τριτογένειαν</l><l n="896">ἶσον ἔχουσαν πατρὶ μένος καὶ ἐπίφρονα βουλήν.</l><l n="897">αὐτὰρ ἔπειτʼ ἄρα παῖδα θεῶν βασιλῆα καὶ ἀνδρῶν</l><l n="898">ἤμελλεν τέξεσθαι, ὑπέρβιον ἦτορ ἔχοντα·</l><l n="899">ἀλλʼ ἄρα μιν Ζεὺς πρόσθεν ἑὴν ἐσκάτθετο νηδύν,</l><l n="900">ὡς δή οἱ φράσσαιτο θεὰ ἀγαθόν τε κακόν τε. </l></div></body></text></TEI>