<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="867">ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο.</l><l n="868">ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν.</l><l n="869"><milestone ed="P" unit="para"/>ἐκ δὲ Τυφωέος ἔστʼ ἀνέμων μένος ὑγρὸν ἀέντων,</l><l n="870">νόσφι Νότου Βορέω τε καὶ ἀργέστεω Ζεφύροιο·</l><l n="871">οἵ γε μὲν ἐκ θεόφιν γενεή, θνητοῖς μέγʼ ὄνειαρ·</l><l n="872">οἱ δʼ ἄλλοι μαψαῦραι ἐπιπνείουσι θάλασσαν·</l><l n="873">αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον,</l><l n="874">πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ·</l><l n="875">ἄλλοτε δʼ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆας</l><l n="876">ναύτας τε φθείρουσι· κακοῦ δʼ οὐ γίγνεται ἀλκὴ</l><l n="877">ἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον·</l><l n="878">αἳ δʼ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν</l><l n="879">ἔργʼ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων</l><l n="880">πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ. </l><l n="881"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν,</l><l n="882">Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι,</l><l n="883">δή ῥα τότʼ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσειν</l><l n="884">Γαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆν</l><l n="885">ἀθανάτων· ὃ δὲ τοῖσιν ἑὰς διεδάσσατο τιμάς. </l><milestone ed="p" unit="card" n="886"/><l n="886"><milestone ed="P" unit="para"/>Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο
                    Μῆτιν</l><l n="887">πλεῖστα τε ἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων.</l><l n="888">ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνην</l></div></body></text></TEI>