ὣς ἄρα τήκετο γαῖα σέλαι πυρὸς αἰθομένοιο. ῥῖψε δέ μιν θυμῷ ἀκαχὼν ἐς Τάρταρον εὐρύν. ἐκ δὲ Τυφωέος ἔστʼ ἀνέμων μένος ὑγρὸν ἀέντων, νόσφι Νότου Βορέω τε καὶ ἀργέστεω Ζεφύροιο· οἵ γε μὲν ἐκ θεόφιν γενεή, θνητοῖς μέγʼ ὄνειαρ· οἱ δʼ ἄλλοι μαψαῦραι ἐπιπνείουσι θάλασσαν· αἳ δή τοι πίπτουσαι ἐς ἠεροειδέα πόντον, πῆμα μέγα θνητοῖσι, κακῇ θυίουσιν ἀέλλῃ· ἄλλοτε δʼ ἄλλαι ἄεισι διασκιδνᾶσί τε νῆας ναύτας τε φθείρουσι· κακοῦ δʼ οὐ γίγνεται ἀλκὴ ἀνδράσιν, οἳ κείνῃσι συνάντωνται κατὰ πόντον· αἳ δʼ αὖ καὶ κατὰ γαῖαν ἀπείριτον ἀνθεμόεσσαν ἔργʼ ἐρατὰ φθείρουσι χαμαιγενέων ἀνθρώπων πιμπλεῖσαι κόνιός τε καὶ ἀργαλέου κολοσυρτοῦ. αὐτὰρ ἐπεί ῥα πόνον μάκαρες θεοὶ ἐξετέλεσσαν, Τιτήνεσσι δὲ τιμάων κρίναντο βίηφι, δή ῥα τότʼ ὤτρυνον βασιλευέμεν ἠδὲ ἀνάσσειν Γαίης φραδμοσύνῃσιν Ὀλύμπιον εὐρύοπα Ζῆν ἀθανάτων· ὃ δὲ τοῖσιν ἑὰς διεδάσσατο τιμάς. Ζεὺς δὲ θεῶν βασιλεὺς πρώτην ἄλοχον θέτο Μῆτιν πλεῖστα τε ἰδυῖαν ἰδὲ θνητῶν ἀνθρώπων. ἀλλʼ ὅτε δὴ ἄρʼ ἔμελλε θεὰν γλαυκῶπιν Ἀθήνην