<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="801">εἰνάετες δὲ θεῶν ἀπαμείρεται αἰὲν ἐόντων,</l><l n="802">οὐδέ ποτʼ ἐς βουλὴν ἐπιμίσγεται οὐδʼ ἐπὶ δαῖτας</l><l n="803">ἐννέα πάντα ἔτεα· δεκάτῳ δʼ ἐπιμίσγεται αὖτις</l><l n="804">εἴρας ἐς ἀθανάτων, οἳ Ὀλύμπια δώματʼ ἔχουσιν.</l><l n="805">τοῖον ἄρʼ ὅρκον ἔθεντο θεοὶ Στυγὸς ἄφθιτον ὕδωρ</l><l n="806">ὠγύγιον, τὸ δʼ ἵησι καταστυφέλου διὰ χώρου.</l><milestone ed="p" unit="card" n="807"/><l n="807"><milestone ed="P" unit="para"/>ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος</l><l n="808">πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος</l><l n="809">ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν</l><l n="810">ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ.</l><l n="811">ἔνθα δὲ μαρμάρεαί τε πύλαι καὶ χάλκεος οὐδὸς</l><l n="812">ἀστεμφής, ῥίζῃσι διηνεκέεσσιν ἀρηρώς,</l><l n="813">αὐτοφυής· πρόσθεν δὲ θεῶν ἔκτοσθεν ἁπάντων</l><l n="814">Τιτῆνες ναίουσι, πέρην Χάεος ζοφεροῖο.</l><l n="815">αὐτὰρ ἐρισμαράγοιο Διὸς κλειτοὶ ἐπίκουροι</l><l n="816">δώματα ναιετάουσιν ἐπʼ Ὠκεανοῖο θεμέθλοις,</l><l n="817">Κόττος τʼ ἠδὲ Γύης· Βριάρεών γε μὲν ἠὺν ἐόντα</l><l n="818">γαμβρὸν ἑὸν ποίησε βαρύκτυπος Ἐννοσίγαιος,</l><l n="819">δῶκε δὲ Κυμοπόλειαν ὀπυίειν, θυγατέρα ἥν.</l><milestone ed="p" unit="card" n="820"/><l n="820"><milestone ed="P" unit="para"/>αὐτὰρ ἐπεὶ Τιτῆνας ἀπʼ οὐρανοῦ ἐξέλασεν Ζεύς, </l><l n="821">ὁπλότατον τέκε παῖδα Τυφωέα Γαῖα πελώρη</l><l n="822">Ταρτάρου ἐν φιλότητι διὰ χρυσέην Ἀφροδίτην·</l></div></body></text></TEI>