<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="779">κίοσιν ἀργυρέοισι πρὸς οὐρανὸν ἐστήρικται.</l><l n="780">παῦρα δὲ Θαύμαντος θυγάτηρ πόδας ὠκέα Ἶρις</l><l n="781">ἀγγελίην πωλεῖται ἐπʼ εὐρέα νῶτα θαλάσσης.</l><l n="782">ὁππότʼ ἔρις καὶ νεῖκος ἐν ἀθανάτοισιν ὄρηται</l><l n="783">καί ῥʼ ὅστις ψεύδηται Ὀλύμπια δώματʼ ἐχόντων,</l><l n="784">Ζεὺς δέ τε Ἶριν ἔπεμψε θεῶν μέγαν ὅρκον ἐνεῖκαι</l><l n="785">τηλόθεν ἐν χρυσέῃ προχόῳ πολυώνυμον ὕδωρ</l><l n="786">ψυχρόν, ὅτʼ ἐκ πέτρης καταλείβεται ἠλιβάτοιο</l><l n="787">ὑψηλῆς· πολλὸν δὲ ὑπὸ χθονὸς εὐρυοδείης</l><l n="788">ἐξ ἱεροῦ ποταμοῖο ῥέει διὰ νύκτα μέλαιναν</l><l n="789">Ὠκεανοῖο κέρας· δεκάτη δʼ ἐπὶ μοῖρα δέδασται·</l><l n="790">ἐννέα μὲν περὶ γῆν τε καὶ εὐρέα νῶτα θαλάσσης</l><l n="791">δίνῃς ἀργυρέῃς εἱλιγμένος εἰς ἅλα πίπτει,</l><l n="792">ἣ δὲ μίʼ ἐκ πέτρης προρέει μέγα πῆμα θεοῖσιν.</l><l n="793">ὅς κεν τὴν ἐπίορκον ἀπολλείψας ἐπομόσσῃ</l><l n="794">ἀθανάτων, οἳ ἔχουσι κάρη νιφόεντος Ὀλύμπου,</l><l n="795">κεῖται νήυτμος τετελεσμένον εἰς ἐνιαυτόν·</l><l n="796">οὐδέ ποτʼ ἀμβροσίης καὶ νέκταρος ἔρχεται ἆσσον</l><l n="797">βρώσιος, ἀλλά τε κεῖται ἀνάπνευστος καὶ ἄναυδος</l><l n="798">στρωτοῖς ἐν λεχέεσσι, κακὸν δέ ἑ κῶμα καλύπτει.</l><l n="799">αὐτὰρ ἐπεὶ νοῦσον τελέσῃ μέγαν εἰς ἐνιαυτόν,</l><l n="800">ἄλλος γʼ ἐξ ἄλλου δέχεται χαλεπώτερος ἄεθλος. </l></div></body></text></TEI>