<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="735">ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο.</l><l n="736"><milestone ed="P" unit="para"/>ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος</l><l n="737">πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος</l><l n="738">ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν</l><l n="739">ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ,</l><l n="740">χάσμα μέγʼ, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν</l><l n="741">οὖδας ἵκοιτʼ, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο,</l><l n="742">ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλῃ</l><l n="743">ἀργαλέη· δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσι</l><l n="744">τοῦτο τέρας. Νυκτὸς δʼ ἐρεβεννῆς οἰκία δεινὰ</l><l n="745">ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν. </l><l n="746">τῶν πρόσθʼ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν</l><l n="747">ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν</l><l n="748">ἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι</l><l n="749">ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν</l><l n="750">χάλκεον· ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζε</l><l n="751">ἔρχεται, οὐδέ ποτʼ ἀμφοτέρας δόμος ἐντὸς ἐέργει,</l><l n="752">ἀλλʼ αἰεὶ ἑτέρη γε δόμων ἔκτοσθεν ἐοῦσα</l><l n="753">γαῖαν ἐπιστρέφεται, ἣ δʼ αὖ δόμου ἐντὸς ἐοῦσα</l><l n="754">μίμνει τὴν αὐτῆς ὥρην ὁδοῦ, ἔστʼ ἂν ἵκηται,</l><l n="755">ἣ μὲν ἐπιχθονίοισι φάος πολυδερκὲς ἔχουσα, </l><l n="756">ἣ δʼ Ὕπνον μετὰ χερσί, κασίγνητον Θανάτοιο.</l></div></body></text></TEI>