<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="721">τόσσον γάρ τʼ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα.</l><l n="722">ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων</l><l n="723">οὐρανόθεν κατιὼν δεκάτῃ κʼ ἐς γαῖαν ἵκοιτο·</l><l n="724">ἐννέα δʼ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων</l><l n="725">ἐκ γαίης κατιὼν δεκάτῃ κʼ ἐς Τάρταρον ἵκοι. </l><l n="726">τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξ</l><l n="727">τριστοιχεὶ κέχυται περὶ δειρήν· αὐτὰρ ὕπερθεν</l><l n="728">γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.</l><milestone ed="p" unit="card" n="729"/><l n="729">ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι</l><l n="730">κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο</l><l n="731">χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.</l><l n="732">τοῖς οὐκ ἐξιτόν ἐστι. θύρας δʼ ἐπέθηκε Ποσειδέων</l><l n="733">χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν.</l><l n="734">ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος</l><l n="735">ναίουσιν, φύλακες πιστοὶ Διὸς αἰγιόχοιο.</l><l n="736"><milestone ed="P" unit="para"/>ἔνθα δὲ γῆς δνοφερῆς καὶ Ταρτάρου ἠερόεντος</l><l n="737">πόντου τʼ ἀτρυγέτοιο καὶ οὐρανοῦ ἀστερόεντος</l><l n="738">ἑξείης πάντων πηγαὶ καὶ πείρατʼ ἔασιν</l><l n="739">ἀργαλέʼ εὐρώεντα, τά τε στυγέουσι θεοί περ,</l><l n="740">χάσμα μέγʼ, οὐδέ κε πάντα τελεσφόρον εἰς ἐνιαυτὸν</l><l n="741">οὖδας ἵκοιτʼ, εἰ πρῶτα πυλέων ἔντοσθε γένοιτο,</l><l n="742">ἀλλά κεν ἔνθα καὶ ἔνθα φέροι πρὸ θύελλα θυέλλῃ</l><l n="743">ἀργαλέη· δεινὸν δὲ καὶ ἀθανάτοισι θεοῖσι</l><l n="744">τοῦτο τέρας. Νυκτὸς δʼ ἐρεβεννῆς οἰκία δεινὰ</l><l n="745">ἕστηκεν νεφέλῃς κεκαλυμμένα κυανέῃσιν. </l><l n="746">τῶν πρόσθʼ Ἰαπετοῖο πάις ἔχει οὐρανὸν εὐρὺν</l><l n="747">ἑστηὼς κεφαλῇ τε καὶ ἀκαμάτῃσι χέρεσσιν</l><l n="748">ἀστεμφέως, ὅθι Νύξ τε καὶ Ἡμέρη ἆσσον ἰοῦσαι</l><l n="749">ἀλλήλας προσέειπον, ἀμειβόμεναι μέγαν οὐδὸν</l><l n="750">χάλκεον· ἣ μὲν ἔσω καταβήσεται, ἣ δὲ θύραζε</l></div></body></text></TEI>