<TEI xmlns="http://www.tei-c.org/ns/1.0" xmlns:py="http://codespeak.net/lxml/objectify/pytype" py:pytype="TREE"><text xml:lang="grc"><body><div type="edition" n="urn:cts:greekLit:tlg0020.tlg001.perseus-grc2" xml:lang="grc"><l n="713"><milestone ed="P" unit="para"/>οἳ δʼ ἄρʼ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν</l><l n="714">Κόττος τε Βριάρεώς τε Γύης τʼ ἄατος πολέμοιο,</l><l n="715">οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν</l><l n="716">πέμπον ἐπασσυτέρας, κατὰ δʼ ἐσκίασαν βελέεσσι</l><l n="717">Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης</l><l n="718">πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν</l><l n="719">χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας,</l><l n="720">τόσσον ἔνερθʼ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης·</l><l n="721">τόσσον γάρ τʼ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα.</l><l n="722">ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων</l><l n="723">οὐρανόθεν κατιὼν δεκάτῃ κʼ ἐς γαῖαν ἵκοιτο·</l><l n="724">ἐννέα δʼ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων</l><l n="725">ἐκ γαίης κατιὼν δεκάτῃ κʼ ἐς Τάρταρον ἵκοι. </l><l n="726">τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξ</l><l n="727">τριστοιχεὶ κέχυται περὶ δειρήν· αὐτὰρ ὕπερθεν</l><l n="728">γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης.</l><milestone ed="p" unit="card" n="729"/><l n="729">ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι</l><l n="730">κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο</l><l n="731">χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης.</l><l n="732">τοῖς οὐκ ἐξιτόν ἐστι. θύρας δʼ ἐπέθηκε Ποσειδέων</l><l n="733">χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν.</l><l n="734">ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος</l></div></body></text></TEI>