οἳ δʼ ἄρʼ ἐνὶ πρώτοισι μάχην δριμεῖαν ἔγειραν Κόττος τε Βριάρεώς τε Γύης τʼ ἄατος πολέμοιο, οἵ ῥα τριηκοσίας πέτρας στιβαρῶν ἀπὸ χειρῶν πέμπον ἐπασσυτέρας, κατὰ δʼ ἐσκίασαν βελέεσσι Τιτῆνας, καὶ τοὺς μὲν ὑπὸ χθονὸς εὐρυοδείης πέμψαν καὶ δεσμοῖσιν ἐν ἀργαλέοισιν ἔδησαν χερσὶν νικήσαντες ὑπερθύμους περ ἐόντας, τόσσον ἔνερθʼ ὑπὸ γῆς, ὅσον οὐρανός ἐστʼ ἀπὸ γαίης· τόσσον γάρ τʼ ἀπὸ γῆς ἐς Τάρταρον ἠερόεντα. ἐννέα γὰρ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων οὐρανόθεν κατιὼν δεκάτῃ κʼ ἐς γαῖαν ἵκοιτο· ἐννέα δʼ αὖ νύκτας τε καὶ ἤματα χάλκεος ἄκμων ἐκ γαίης κατιὼν δεκάτῃ κʼ ἐς Τάρταρον ἵκοι. τὸν πέρι χάλκεον ἕρκος ἐλήλαται· ἀμφὶ δέ μιν νὺξ τριστοιχεὶ κέχυται περὶ δειρήν· αὐτὰρ ὕπερθεν γῆς ῥίζαι πεφύασι καὶ ἀτρυγέτοιο θαλάσσης. ἔνθα θεοὶ Τιτῆνες ὑπὸ ζόφῳ ἠερόεντι κεκρύφαται βουλῇσι Διὸς νεφεληγερέταο χώρῳ ἐν εὐρώεντι, πελώρης ἔσχατα γαίης. τοῖς οὐκ ἐξιτόν ἐστι. θύρας δʼ ἐπέθηκε Ποσειδέων χαλκείας, τεῖχος δὲ περοίχεται ἀμφοτέρωθεν. ἔνθα Γύης Κόττος τε καὶ Ὀβριάρεως μεγάθυμος